# De Virginitate 177.2

Gregorius Nyssenus, De Virginitate, 177.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-virginitate/177.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-virginitate/177.2

B Οὐ γὰρ ἐστιν ὡς ἐπὶ τὸ πολὺ, τὸν πλεονέκτην μὴ τοὺς τέκνας ἐπαιτιάσθαι, ἢ τὸν δοξομανῆ καὶ φιλότιμον μὴ εἰς τὸ γένος ἀνενεγκεῖν τοῦ κακοῦ τὴν αἰτίαν· ὡς ἂν μὴ ἐλάττων δοκοῖ τῶν πρὸ αὐτοῦ γεγονότων, καὶ ἵνα μέγας τοῖς μετὰ ταῦτα νομίζοιτο, καταλιπὼν τινα τοῖς ἐξ αὐτοῦ διηγήματα· ὡσαύτως δὲ καὶ τὰ λοιπὰ ὅσα ψυχῆς ἐστιν ἀρρώστηματα, φθόνος, καὶ μνησικακία, καὶ μῖσος, καὶ εἴ τι τοιούτων ἕτερον, τῆς αὐτῆς αἰτίας ἥρτηται. Πάντα γὰρ ταῦτα τοῖς περὶ τὸν βίον τοῦτο[ν] ἐπτοημένοις συμπαρατίθεται· ὧν ὁ ἔξω γενόμενος, καθάπερ ἐπὶ τινος ὑψηλῆς σκοπίας πόρρωθεν ἐποπτεύων τὰ ἀνθρώπινα πάθη, οἰκτείρει τῆς τυφλότητος τοὺς τῇ τοιαύτῃ ματαιότητι δεδουλωμένους, καὶ μέγα κρίνοντας τὴν τῆς σαρκὸς εὐπραγίαν. Ὅταν γὰρ τινα τῶν ἀνθρώπων ἐπὶ τινὶ τῶν κατὰ βίον ἰδὴ περιβλεπόν, ἀξιωματιστὴν, ἢ πλούσιον, ἢ δυναστείαις χωμένον, καταγελά τῆς ἀνοίας τῶν διὰ ταῦτα πεφυσημένων, καὶ ἀριθμεῖ τὸν μῆκιστον χρόνον τοῦ ἀνθρωπίνου βίου, κατὰ τὴν εἰρημένην ὑπὸ τοῦ Ψαλμωδοῦ προθεσμίαν· εἶτα παραμετρῶν τοῖς ἀπειροῖς αἰῶσι τὸ ἀκαριαῖον τοῦτο διάστημα, ἐλεεῖ τῆς χαυνότητος τὸν ἐπὶ τοῖς οὕτω γλίσχροις καὶ ταπεινοῖς καὶ προσκαίροις τὴν ψυχὴν ἐπαιρόμενον. Τί γὰρ ἄξιόν ἐστι μακαρισμοῦ τῶν ἐνταῦθα ἡ τιμή, τὸ παρὰ πολλοῖς σπουδαζόμενον; Ἐπεὶ δὴ τὸ πλέον τοῖς τετιμημένοις προστίθησι; διαμένει γὰρ θνητὸς ὁ θνητὸς, κἂν τιμᾶται, κἂν μή. Ἡ τὸ πολλὰ πλῆθρα κεκτηθῆναι γῆς; Τοῦτο δὲ εἰς τί πέρας χρεστὸν καταλήγει τοῖς κτησαμένοις, ἐκτὸς τοῦ οἰσθαι τὴν ἀνόητον ἐαυτοῦ εἶναι τὰ μηδὲν προσήκοντα; ἀγνοεῖ γὰρ, ὡς δοκεῖν, ὑπὸ πολλῆς λαιμαργίας, ὅτι τοῦ Κυρίου μέν ἐστιν ἡ γῆ ἀληθῶς, καὶ τὸ πλήρωμα αὐτῆς. Βασιλεὺς γὰρ πάσης τῆς γῆς ὁ Θεός· τοῖς δὲ ἀνθρώποις τὸ τῆς πλεονεξίας πάθος ψευδώνυμον τῆς κυριότητος τὴν προσήγορον διδωσι τῶν οὐδὲν προσήκοντων. Ἡ μὲν γὰρ γῆ, καθὼς φησιν ὁ σοφὸς Ἐκκλησιαστὴς, εἰς τὸν αἰῶνα ἔστηκε, πάσαις ὑπηρετοῦσα ταῖς γενεαῖς, καὶ ἄλλοτε ἄλλους τοὺς κατ’ αὐτὴν γινομένους ἐκτρέφουσα. Οἱ δὲ ἄνθρωποι οὐδὲ ἐαυτῶν δυντες κύριοι, ἀλλὰ πρὸς τὸ τοῦ ἄγοντος βούλημα, ὅτε οὐκ ἴσασι, εἰς τὴν ζωὴν περιπίπτουσι, καὶ ὅτε μὴ βούλονται, πάλιν αὐτῆς χωριζόμενοι, ὑπὸ τῆς πολλῆς ματαιότητος κυριεύειν οἴονται αὐτῆς, οἱ κατὰ καιροὺς γινόμενοι τε καὶ ἀπολλύμενοι, τῆς ἀεὶ μενούσης. Ὁ οὖν ἐπισκεμμένος ταῦτα, καὶ διὰ τοῦτο περιφρονῶν ὅσα τίμια τοῖς ἀνθρώποις νομίζεται, μόνως δὲ τῆς θείας ζωῆς ἔχων τὸν ἔρωτα, ὁ εἰδὼς ὅτι πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἀνθὸς χόρτου, πότε σπουδὴς ἄξιον τὸν χρέτον οἴησεται τὸν σήμερον ὄντα, καὶ αὔριον οὐχ ἔσόμενον; Οἶδε

---

Gregorius Nyssenus Theol., De Virginitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001632.
