# De Virginitate 182.2

Gregorius Nyssenus, De Virginitate, 182.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-virginitate/182.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-virginitate/182.2

C ΚΕΦΑΛ. Γ'. D "Ὅτι Ἠλίας καὶ Ἰωάννης τῆς ἀκριβείας τοῦ βίου τούτου ἐπεμελήθησαν. Διὰ τοῦτο μοι δοκεῖ καὶ ὁ μέγας ἐν προφήταις Ἠλίας, καὶ ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου μετ' ἐκείνον ἐπιδημήσας τῷ βίῳ, οὐ μεῖζον οὐδεὶς ἐν γεννητοῖς γυναικῶν. Εἴπερ τι καὶ ἕτερον ἢ κατ' αὐτοὺς ἱστορία παραδοῖλοι δι' αἰνίγματος, τοῦτο μάλιστα τῷ ἰδίῳ δογματίζειν βίῳ, τὸ χωρισθῆναι τῆς τοῦ ἀνθρωπίνου βίου ἀκολουθίας· τὸν τῇ θεωρίᾳ τῶν ἀοράτων σχολάζοντα· ὡς ἀν μὴ ταῖς τοιαύταις ἀπάταις ταῖς διὰ τῶν αἰσθήσεων γινομέναις προσεθισθείς, σύγχυσιν τινα καὶ πλάνην πάθοι περὶ τοῦ τοῦ ὄντως ἀγαθοῦ κρὐσιν. Ἄμφοτεροι γὰρ εὐθὺς ἐκ νέων ἀπεξεωθήσαν τῆς ἀνθρωπίνης ζωῆς, καὶ σὸν ἐξω τῆς φύσεως ἑαυτούς ἐστησαν τῇ περὶ τὴν βρώσιν καὶ πόσιν ὑπεροψίᾳ τῆς συνήθους καὶ νενομισμένης τροφῆς, καὶ τῇ κατὰ τὴν ἑρμην διαγωγῇ, ὡς καὶ τὴν ἀκοὴν ἀπερίηχτον, καὶ ἀπλάνην αὐτοῖς φυλαχθῆναι τὴν διάν, καὶ τὴν γεῦσιν ἀπλὴν τε καὶ ἀπραγμάτευτον διαμεῖναι, ἐκ τοῦ προστυχόντος ἑκατέρους τῆς προμηθείας τῆς χρείας. Ἐντεῦθεν εἰς πολλὴν εὐδίαν καὶ γαλήνην ἀπὸ τῶν ἐξωθεν θορύβων κατέστησαν, καὶ διὰ τοῦτο εἰς τοσούτον τῶν τῶν θείων χρημάτων ἐπήρθησαν, ὅσον περὶ ἑκατέρου τούτων μνημονεύει· ὁ λόγος. Ἠλίας μὲν γὰρ καθάπερ ταμίας τις τῶν τοῦ θεοῦ δωρεῶν καταστάς, τὰς ἐκ τοῦ οὐρανοῦ χρείας κατ' ἑξοσίαν καὶ ἀποκλεῖν τοῖς ἀμαρτάνουσι, καὶ ἀνιέναι τοῖς μετανοοῦσι κύριος ἦν. Τὸν δὲ Ἰωάννην τοιούτον μέντοι θαυματοποιεῖν οὐδὲν φησιν ἡ θεία Ἱστορία· περισσότερον δὲ ἢ κατὰ πάντα προφήτην τὸ ἐν αὐτῷ χάρισμα παρὰ τοῦ τὰ κρυπτὰ βλέποντος μεμαρτυρηται· τάχα ὅτι καθαρὰν τε καὶ ἀμίγῃ πάσης ὑλικῆς προπαραδείας τὴν ἑαυτὸν ἐπιθυμίαν ἀπ' ἀρχῆς εἰς τέλος τῷ Κυρίῳ ἀνέθηκαν, οὔτε εἰς τέχνας στοργήν, οὔτε εἰς γυναῖκας φροντίδα, οὔτε εἰς ἄλλο τι τῶν ἀνθρωπίνων ἀσχολήσας· οἷ γε μηδὲ τῆς καθ' ἡμέραν ἀναγκίας τροφῆς πρέπεν ἑαυτοῦ ὑπολαβόντες τὴν μέριμναν, τῆς τε τῶν ἐνδύμάτων σεμνότητος κρεῖττους ἐπιδειχθέντες, ἐκ τῶν ἐπιτυγχάνοντων ἑαυτοῖς τὰς χρείας ἀπεχεδιάζον, ὁ μὲν δέρμασιν αἰγείοις, ὁ δὲ καμήλου θριξὶ σκεπασάμενος· οὐδ' ἂν εἰς ἐκεῖνο τὸ μέγεθος, ὡς οἴμαι, φθάσαντες, εἰ ταῖς τοῦ σώματος ἡδονπαλείας ὑπὸ τοῦ γάμου καταπεπλῆχθον. Ταῦτα δὲ οὐχ ἀπλῶς, ἀλλὰ, καθὼς φησιν ὁ Ἀπόστολος, εἰς νουθεσίαν ἡμῶν ἀναγέγραπται, ἵνα πρὸς τὸν ἐκείνων βίον καὶ τὴν ἑαυτῶν κατεύθυνωμεν. Τί οὖν ἐκ τοῦτων μαθάνομεν; Τὸ καλ' ὁμοιότητα τῶν ἁγίων ἀνθρώπων, μηδενὶ τῶν βιωτικῶν πραγμάτων προσασχολεῖν τὴν διάνοιαν τὴν ἐπιμοῦντα τῷ Θεῷ συναρθῆ-

---

Gregorius Nyssenus Theol., De Virginitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001632.
