# De Virginitate 183.3

Gregorius Nyssenus, De Virginitate, 183.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-virginitate/183.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-virginitate/183.3

Ὅτι τὸν εἰς πολλὰ μεριμνῶν τῇ ψυχῇ ἀδύνατον. Δοκεῖ δέ μοι δι' ὑποδείγματος ἐναργέστερον ἀν παραστήσαι τὸ περὶ τούτων δόγμα. Ὑποθέμεθα γὰρ τι ὕδωρ ἐκ πηγῆς προχεόμενον, εἰς διαφόρους ἀπορροὰς κατὰ τὸ συμβῆν διαχίζεσθαι. Οὐκοῦν ὡς ἂν οὕτω φέρεται, εἰς οὐδὲν τῶν πρὸς τὴν γεωργίαν χρησίμων ἐπιτρέπειν ἔσται, τῆς εἰς πολλὰ διαχέσεως οὐδὲν τὸ ἐν ἑκάστῳ, καὶ ἀδρανὲς, καὶ δυσκίνητον ὑπὸ ἀτονίας ποιούσης· εἰ δὲ τις πάσας αὐτοῦ τὰς ἀτάκτους ἀπορροὰς συναγάγοι, καὶ εἰς ἕν ρεῖθρον τὸ πολλάκις τέως ἐκδεδιασμένον ἀπορίσει, εἰς πολλὰ ἀντὸν βιωφελῶν καὶ χρησίμων ἀθροῖον καὶ συντεταγμένῳ τῷ ὕδατι χρῆσαιτο. Οὕτω μοι δοκεῖ καὶ ὁ νοῦς ὁ ἀνθρώπινος, εἰ μὲν πανταχοῦ διαχέοιτο, πρὸς τὸ ἀρχέγονον ἀεὶ τοῖς αἰσθητηρίοις μένων καὶ σκεδαννύμενος, μηδεμίαν ἀξιόλογον δύναμιν ἴσχειν πρὸς τὴν ἐπὶ τὸ δυνάμεως ἀγαθὸν πορείαν· εἰ δὲ πανταχόθεν ἀναχληθῆς, καὶ περὶ ἑαυτὸν ἀθροισθεὶς, συνηγμένος καὶ ἀδιάχυτος πρὸς τὴν οἰκείαν ἑαυτῷ καὶ κατὰ φύσιν ἐνέργειαν κινηθεὶς, οὐδὲν τὸ χωλὸν αὐτῷ ἔσται πρὸς τὰ ἄνω φέρεσθαι, καὶ τῆς ἀληθείας τῶν ὄντων ἐφάπτεσθαι. Καθὰ περ γὰρ τὸ περιεστεγασμένον διὰ σωλήνος ὕδωρ ὁρῶμεν πολλάκις ὑπὸ τῆς ἀναλιδοῦσης βίας ἐπὶ τὰ ἄνω φέρεσθαι, οὐκ ἔχον ὅπῃ διαχυθῇ, καὶ ταῦτα, καταφερόμενον αὐτῷ τῆς κατὰ φύσιν ὄντος κινήσεως· οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος, σίων τινος σωλήνος στεγανῶ τῆς ἐγχαταστάσεως αὐτὸν πανταχόθεν περιστεγανῶν, ἀναληφθήσεται πως ὑπὸ τῆς τοῦ κινεῖσθαι φύσεως πρὸς τὴν τῶν ὑψηλοτέρων ἐπιθυμίαν, οὐκ ἔχον ὅπου παραρρύη. Οὔτε γὰρ στίναί ποτε δυνατόν ἐστι τὴν ἀεὶ κίνησιν ὑπὸ τοῦ πεποιηκότος εἰληφότα τὴν φύσιν, καὶ εἰς τὰ μάταια χρήσθαι τῇ κινήσει χωλυθόμενον, ἀμήχανον μὴ πρὸς τὴν ἀλήθειαν πάντως εὐθυπορῆσαι, τῷ πανταχόθεν ἀπὸ τῶν ἀτόπων ἀπεῖργασθαι· καὶ γὰρ ἐν ταῖς πολυοδίαις οὕτω μάλιστα τοὺς ὁδοιπόρους ὁρῶμεν τῆς εὐθείας οὐκ ἀμαρτάνοντας, ὅταν τὴν ἐν ταῖς ἄλλαις ὁδοῖς πλάνην προμαθόντες, ἐκκλίνωσιν. Ὥς ὁ τῶν πλανημένων τριβὼν ἐν τῷ πλεῖν ἀναχωρήσας, ἐπὶ τῆς εὐθείας μᾶλλον ἑαυτὸν φυλάσσει· οὕτως ἡμῶν ἡ διάνοια τῇ ἀποτροπῇ τῶν ματαίων τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν ἐπιγνώσεται. Ἐντεῦθεν οὖν ταῦτα παιδεύει ἡμᾶς τῇ μνήμῃ τῶν μεγάλων προφητῶν ἐκείνων, τὸ μηδενὶ τῶν ἐν τῷ κόσμῳ σπουδαζομένων ἐμπλέκεσθαι· ἐν δὲ τῶν σπουδαζομένων ὁ γάμος ἐστίν· μᾶλλον δὲ ἀρχὴ καὶ ρίζα τῆς τῶν ματαίων σπουδῆς.

---

Gregorius Nyssenus Theol., De Virginitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001632.
