# De Virginitate 187.2

Gregorius Nyssenus, De Virginitate, 187.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-virginitate/187.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-virginitate/187.2

Τί τὸ ἀληθῶς ἐπιθυμητόν. Ὦσῃ γὰρ ἐστὶν ἢ ζημία ἐν ἀποπτώσει γενέσθαι τῆς τοῦ δικαίου καλοῦ κτήσεως, εἰς ἄν παραστήσειε λόγος; ποία δ' ἄν τις χρῆσαιτο διανοίας ὑπεροβλῇ; πῶς ἄν ἐνδείξαιτο καὶ εἰς ὑπογραφὴν ἀγάγοι τὸ καὶ λόγῳ ἄρρητον καὶ νοήματι ἀκατάληπτον; Εἰ μὲν γὰρ τις ἐπὶ τοσοῦτον τὸ τῆς καρδίας ὅμμα κεκάθαρται, ὡς δυνήθηναί πως ἰδεῖν τὸ ἐν τοῖς μακαρισμοῖς ὑπὸ τοῦ Κυρίου ἐπηγγελμένον, πᾶσης καταγνώσεται ἀνθρωπίνης φωνῆς, ὡς οὐδεμίαν ἔχουσης δύναμιν εἰς τὴν τοῦ νοηθέντος παράστασιν· εἰ δὲ τις ἐκ τοῦ ὑλικοῦ ἐγκαθήμενος πάθεσι, καθάπερ ὑπὸ λήμης τινὸς τῆς ἑμαυθοῦς διαθέσεως τὸ διορατικὸν τῆς ψυχῆς ἐπιπέπλασται, ματαία καὶ τούτῳ πᾶσα λόγων ἰσχύς· ἐπὶ γὰρ τῶν ἀναίσθητων· ἔχοντων, ἐν τῷ ὁμοίῳ καθίστησθε τὸ ἐλαττοῦν διὰ τοῦ λόγου καὶ τὸ ὑπεραίρειν τὰ θαύματα· ὡς καὶ ἐπὶ τῆς ἡλιακῆς ἀκτῖνος, τῷ μὴ τεθεαμένῳ τὸ φῶς ἀπὸ πρώτης γενέσεως ἀρχὴ καὶ ἀνόντως γίνεται ἢ διὰ τῶν λόγων τοῦ φωτὸς ἐρμηνεία· οὐ γὰρ ἔστι δυνατὸν τὴν τῆς ἀκτῖνος λαμπρότητα δι' ἀκοῆς ἐναυγάσαι. Οὕτω καὶ ἐπὶ τοῦ ἀληθινοῦ καὶ νοητοῦ φωτὸς, ἰδίων ὀφθαλμῶν ἐκάστῳ χρεία, ἵνα τὸ κάλλος ἐκεῖνο θεάσηται, ὅπερ ὁ μὲν ἰδὼν κατὰ τινα θείαν δωρεὰν τε καὶ ἐπιποίαν ἀνερμηνευτὸν ἐν τῷ ἀπορρήτῳ τῆς συνειδήσεως ἔχει

---

Gregorius Nyssenus Theol., De Virginitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001632.
