# De Virginitate 191.2

Gregorius Nyssenus, De Virginitate, 191.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-virginitate/191.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-virginitate/191.2

Τάχα τοίνυν ἡμᾶς τρέμα διὰ τῶν ὑποδειγμάτων ὁ λόγος προσηγαγε τῇ ἐπινοίᾳ τῆς πρὸς τὸ κρεῖττον ἡμῶν ἀλλοιώσεως· καὶ ἐδείχθη μὴ δυνατὸν ἐτέρως εἶναι συναφθῆναι τὴν ψυχὴν τῷ ἀφθάρτῳ Θεῷ, μὴ καὶ αὐτὴν ὡς οἷόν τε καθαράν γενομένην διὰ τῆς C ἀφθαρσίας· ὡς ἂν διὰ τοῦ ὁμοίου καταλάβῃ τὸ ὁμοιον, οἷον ἐπὶ κατοπτροῦ τῇ καθαρότητι τοῦ Θεοῦ ἐαυτὴν ὑποθεῖσαν· ὥστε κατὰ μετοχὴν καὶ ἐμφανείαν τοῦ πρωτοτύπου κάλλους καὶ ἐν αὐτῇ μορφοῦσθαι. Εἰ δὲ τις τοιοῦτός ἐστιν, ὅς ἤδη πάντα καταλιπεῖν τὰ ἀνθρώπινα, εἴτε σώματα, εἴτε χρήματα, εἴτε τὰ ἐν ἐπιστήμαις ἢ τέχναις ἐπιπτοῦμενα, ἢ καὶ ὅσα ἐν Ἑδεὶ καὶ νόμοις δεξίᾳ θεωρεῖται (περὶ τὰ τοιαῦτα γὰρ ἡ πλάνη τῆς τοῦ καλοῦ κατανοήσεως, ἐν οἷς ἡ αἴσθησις κριτήριον γίνεται), ὁ τοιοῦτος πρὸς ἐκεῖνο μόνον ἐρωτικῶς τε καὶ ἐπιθυμητικῶς ἕξει, ὁ οὐχ ἐτέρωθεν ἔχει τὸ καλὸν εἶναι, οὐδὲ ποτὲ, ἢ πρὸς τι τοιούτόν ἐστιν· ἀλλὰ ἐξ ἑαυτοῦ καὶ δι' ἑαυτοῦ καλόν, καὶ ἐν ἑαυτῷ τοιούτον καλὸν ὄν, καὶ οὐδὲ ποτὲ καλὸν D γεγόμενον, ἢ ποτὲ οὐχ ἐσόμενον, ἀλλὰ πάντως ὡσαύτως ἔχον, προσιθήκης τε καὶ αὐξέσεως ὑπέρων, καὶ ἀνεπίδεκτον πάσης τροπῆς τε καὶ ἀλλοιώσεως. Τῷ τοίνυν πάσας ἑαυτοῦ τὰς τῆς ψυχῆς δυνάμεις ἐκ παντὸς εἴδους κακίας ἀποκαθάρσαντι, τολμῶ καὶ λέγω, ὅτι ἐμφανὴς γίνεται τὸ μόνον τῇ φύσει καλόν, ὅπερ ἐστὶ τὸ παντὸς καλοῦ τε καὶ ἀγαθοῦ αἴτιον. Καθάπερ γὰρ ὀφθαλμὸν τὴν λήμην ἀποφυλακέναι τὰ ἐν τῷ οὐρανῷ τηλαυγῶς καθορᾷται· οὕτως καὶ τῇ ψυχῇ διὰ τῆς ἀφθαρσίας παραγίνεται· ἡ δύναμις τῆς τοῦ φωτὸς ἐκείνου κατανοήσεως, καὶ ἡ ἀληθινὴ παρουσία, καὶ ἡ περὶ τὴν ἀφθαρσίαν σπουδὴ εἰς τοῦτον τὸν σκοπὸν καταλήγει, τὸ δι' αὐτῆς δυνηθῆναι τὸν Θεὸν ἰδεῖν. Ὅτι γὰρ τὸ κυρίως καὶ πρῶτως καὶ μόνως καλὸν τε

---

Gregorius Nyssenus Theol., De Virginitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001632.
