# De Virginitate 197.2

Gregorius Nyssenus, De Virginitate, 197.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-virginitate/197.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-virginitate/197.2

Οὕτως ἔδειξε τὰ ἰλεεινὰ καὶ πλήρη δακρύων θεάματα, παῖδας ἐν ἀωρίᾳ τῆς ἡλικίας ἡρημωμένους, καὶ λάφυρον προκειμένους τοῖς δυνατεῦουσιν, ἐπιμειδίζοντας πολλάκις ὑπὸ τῆς τῶν κακῶν ἀγνοίας τῷ δυστυχήματι. Χρείας δὲ γένεσις τίς ἄλλος, καὶ οὐχὶ γάμός ἐστιν; Οὐκοῦν ἡ ἀναχώρησις τούτου, πάντων ἀθρόως τῶν κακῶν τούτων λειτουργημάτων τὴν ἀτέλειαν ἔχει· καὶ οὐδὲν ἀπεικός. Ὅπου γὰρ ἀναλύεται ἡ ἐξ ἀρχῆς ὁρισθεῖσα κατὰ τῶν πεπλημμεληκότων κατάκρισις (οὐκέτι δὲ θλίψεις τῶν μητέρων, κατὰ τὸ γεγραμμένον πληθύνονται), οὐδὲ λύπη τῆς ἀνθρωπίνης προηγείται γενέσεως, συνανθήσει πάντιως ἡ ἀπὸ τοῦ βίου συμφορὰ, καὶ ἀρήρηται τῶν προσώπων τὸ δάκρυον, καθὼς φασιν ὁ Προφήτης. Οὐ γὰρ ἐν ἀνομίαις ἐστὶν ἡ σύλληψις ἐτι, οὐδὲ ἐν ἁμαρτίαις ἡ κῦσις· οὐδὲ ἐξ αἵματος, οὐδὲ ἐκ θελήματος ἀνδρὸς καὶ ἐκ θελήματος σαρκός, ἀλλ’ ἐκ θεοῦ μόνου ἡ γέννησις γίνεται. Τοῦτο δὲ γίνεται, ὅταν συλλαμβάνη μὲν τις ἐν τῷ ζωτικῷ τῆς καρδίας τὴν ἀγαρσίαν τοῦ πνεύματος· τίκτει δὲ σοφίαν καὶ δικαιοσύνην, ἀγιασμὸν ὡσαύτως καὶ ἀπολύτρωσιν. Παντὶ γὰρ ἐξεστὶ μητέρα γενέσθαι τοῦ ταῦτα ὄντος, καλῶς φησὶ πού ὁ Κύριος, ὅτι εἰ ‘Ὁ τὸ θέλημά μου ποιῶν, καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ μου ἐστιν. » Τίνα χῶραν ἔχει ἐπὶ τούτων κυριώτατον ὁ θάνατος; Οὕτως κατεσώθη ἐν ἐκείνοις ὁ θάνατος ὑπὸ τῆς ζωῆς· καὶ ἐοικεν εἰκῶν τις εἶναι τῆς ἐν τῷ μέλλοντι αἰῶνι μακαριότητος ὁ ἐν παρθενίᾳ βίος, πολλὰ φέρων ἐν ἑαυτῷ

---

Gregorius Nyssenus Theol., De Virginitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001632.
