# De Virginitate 198.2

Gregorius Nyssenus, De Virginitate, 198.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-virginitate/198.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-virginitate/198.2

ΚΕΦΑΛ. ΙΔ' "Ὅτι ἡ ἀληθὴς παρθενία ἐν παντὶ ἐπιστηδηύματι θεωρεῖται. Ἄλλ' εἰ κατελήφται ἡμῖν ἡ ὑπερβολὴ τοῦ χαρίσματος, συνδιεῖν προσήκει καὶ τὸ ἀκολουθον, ὅτι οὐχ ἀπλοῦν, ὡς ἂν τις οἴηθεί, τὸ κατόρθωμα τοῦτό ἐστιν, οὐδὲ μέχρι τῶν σωμάτων ἰστάμενον, ἀλλ' ἐπὶ πάντα διήχον καὶ διαβαίνον τῇ ἐπινοίᾳ, ὅσα κατορθώματα ψυχῆς ἐστι καὶ νομίζεται. Ἡ γὰρ τῷ ἀληθινῷ νυμφίῳ προσκολληθεῖσα διὰ παρθενίας ψυχή, οὐ μόνον τῶν σωματικῶν μολυσμάτων ἐαυτὴν ἀποστήσει, ἀλλ' ἐντεῦθεν μὲν ἀρξεῖται τῆς καθαρότητος, ἐπὶ πάντα δὲ ὁμοίως καὶ μετὰ τῆς ἰσης ἀσφαλείας πορεύεται, καὶ δεδοικυῖα μήπου τῆς χαρίδος παρὰ τὸ δέον ἐπικλιθείσης, πονηροῦ τινος κοινωνίᾳ μοιχικὸν τι πάθος κατὰ τὸ μέρος ἔχειν προσδέξεται. Οἷόν τι λέγω (πάλιν γὰρ τὸν λόγον ἐπαναλήψομαι). Ἡ τῷ Κυρίῳ προσκολληθεῖσα ψυχὴ εἰς τὸ γενέσθαι πρὸς αὐτὸν ἐν πνεύματι, καθάπερ ὁμολογίαν τινὰ συμβιωτικὴν καταθεμένη τὸ μόνον ἐκεῖνον ἀγαπᾶν ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως, οὔτε τῇ πορνείᾳ προσκολληθήσεται, ἵνα μὴ γένηται σῶμα ἐν πρὸς αὐτήν· οὔτε ἄλλο τι τῶν ἀντικειμένων τῇ σωτηρίᾳ προσδέξεται, ὡς μὴς οὐσης ἐν ἅπασι τῆς τῶν μισματῶν κοινωνίας· καὶ εἰ δι' ἑνὸς τινος μολυνθείη, μηκέτι τὸ δασίλον ἔχειν ἐν ἑαυτῇ δυναμένη. Ἔστι δὲ καὶ δι' ὑποδειγμάτων τεκμηριώσαι τὸν λόγον. Ὅσπερ δὲ ἐν τῇ λίμνῃ ὕδαρ τέως μὲν λείον ἐστι καὶ ἀκίνητον, εἰ μηδεμία τις τῶν ἐξωθεν ταραχῆ προσπεσοῦσα τὸ σταθμὸν τοῦ τόπου διακινήσει· λιβου δὲ τινος ἐμπεσόντος τῇ λίμνῃ, ὅλον συνεχινήθη τῷ μέρει· ὁ μὲν γὰρ ὑπὸ τοῦ βάρους εἰς τὸν βυθὸν καταδύεται· τῶν δὲ περὶ αὐτὸν κυμάτων κυκλοτερῶς ἐν ἄλλοις ἐγερρομένων, καὶ ἐπὶ τὰ ἄκρα τοῦ ὕδατος ὑπὸ τῆς ἐν τῷ μέσῳ κινήσεως ἐξωθουμέ-

---

Gregorius Nyssenus Theol., De Virginitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001632.
