# De Virginitate 205.1-36

Gregorius Nyssenus, De Virginitate, 205.1 to 205.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-virginitate/205.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-virginitate/205.1

ἀκουσάτω τοῦ Ἀποστόλου· ὅτι ἐκεῖνοις συνέβαινε μὲν τυπικῶς, ἐγράφη δὲ πρὸς νοουσίαν ἡμῶν. ΙΘ ΚΕΦΑΛ. Μνήμη Μαρίας τῆς ἀδελφῆς Ἀαρῶν, ὡς ἀρξάμενης τοῦτον τοῦ κατορθώματος. Ἡμῖν δὲ διδῶσι τὰ τοιαῦτα ὑπονοεῖν καὶ ἡ προφήτις Μαριάμ, εὐθέως μετὰ τὴν θάλασσαν ξηρὸν καὶ εὐχὸν μεταχειριζομένη τὸ τύμπανον, καὶ τοῦ χοροῦ τῶν γυναικῶν προτομπεύουσα· τάχα γὰρ διὰ τοῦ τυμπάνου τὴν παρθενίαν εἰκῶν ὁ λόγος ἀντιτίθεται, ὑπὸ τῆς Μαρίας πρώτης κατορθωθείσαν, δι’ ἧς οἴμαι καὶ τὴν θεοτόκον προδιατυπωθῆναι Μαρίαν. Ὡςπερ γὰρ τὸ τύμπανον πολὺν τὸν ἦχον ἀφίησι πάσης ἰκμάδος κεχυμμένου, καὶ ξηρὸν εἰς ἦχον γεγόμε- νον· οὕτω καὶ ἡ παρθενία λαμπρὰ τε καὶ περίδοτος γίνεται, μηδὲν ἐν αὐτῇ τῆς ζωτικῆς ἰκμάδος κατὰ τὸν βίον τοῦτον προσδεχομένη. Εἰ οὖν νεκρὸν μὲν σῶμα τὸ τύμπανον, ὅπερ ἡ Μαρία μετεχειρίζετο· νέκρωσις δὲ σώματος ἡ παρθενία ἐστί· τάχα οὐ πολὺ τοῦ εἰκότος τὸ παράθεν εἶναι τὴν προφήτιν ἀπ- εσχοίνισται. Ἄλλα ταῦτα μὲν στοχασμοῖς τισι καὶ ὑπονοίαις, οὐκ ἐν φανερᾷ ἀποδείξει οὕτως ἔχειν ὑπενοήσαμεν, τὴν προφήτιν Μαρίαν τοῦ χοροῦ τῶν παρθένων ἡγᾶσθαι· εἰ καὶ πολλοὶ τῶν ἐπ- εξεκμένων ἄγαμον αὐτὴν σαφῶς ἀπεφήναντο, ἐκ τοῦ μηδαμοῦ τῆς ἱστορίας γάμον καὶ παιδοποιίαν αὐτῆς μνημονεύειν. Ἡ γὰρ ἂν οὐκ ἐκ τοῦ ἀδελφοῦ αὐτῆς Ἀαρῶν, ἀλλ’ ἐκ τοῦ ἀνδρὸς, εἴπερ ἦν, ὀνομάζεσθαι καὶ ἐγνώριζετο· ἐπειδή κεφαλὴ γυναικὸς οὐχ ὁ ἀδελφός, ἀλλ’ ὁ ἀνὴρ προσηγόρευται. Καίτοι παρ’ οὓς ἐν εὐλογίαις μέρει τὸ παιδοποιεῖν ἐσπουδάζετο καὶ νόμιμον ἦν, εἰ φαίνει τίμιον τὸ τῆς παρθενίας χάρισμα, πῶς ἡμᾶς προσῆκε καὶ περὶ ταύτην ἔχειν τοὺς μὴ κατὰ σάρκα τῶν θείων εὐλογιῶν ἐξακουόντας; Ἀπεκαλύφθη γὰρ διὰ τῶν θείων λογίων πότε, τὸ κυοφορεῖν τε καὶ τίκτειν ἁγιαδὸν ἐστι, καὶ ποίων εἴδος τῆς πολυτεκνίας παρὰ τοῖς ἀγίοις τοῦ Θεοῦ ἐσπουδάζετο. Ὁ τε γὰρ προφήτης Ἠσαΐας, καὶ ὁ θεῖος Ἀπόστολος

---

Gregorius Nyssenus Theol., De Virginitate. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001632.
