# Epistulae 553.2

Gregorius Nyssenus, Epistulae, 553.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/epistulae/553.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/epistulae/553.2

Βαπτιζόμεθα τοίνυν, ὡς παρελάβομεν, εἰς Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον. Πιστεύομεν δὲ ὡς βαπτιζόμεθα· σύμφωνον γὰρ εἶναι προσῆκει τῇ ὁμολογίᾳ τὴν πίστιν. Δοξάζομεν δὲ ὡς πιστεύομεν. Οὐδὲ γὰρ ἔχει ψῶν μάχεσθαι τῇ πίστει τὴν δόξαν. Ἄλλ’ εἰς ἃ πιστεύομεν, ταῦτα καὶ δοξάζομεν. Ἐπειδή τοίνυν εἰς Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον ἡ πίστις ἐστίν· ἀκολουθεῖ δὲ ἀλλήλοις ἡ πίστις, ἡ δόξα, τὸ βάπτισμα· διὰ τοῦτο καὶ ἡ δόξα οὐ διακρίνεται ἡ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Αὕτη δὲ ἡ δόξα, ἣν ἀναπέμπομεν, τῇ ἰδίᾳ φύσει οὐδὲν ἄλλο ἐστίν, ἀλλ’ ἡ τῶν προσόντων τῇ μεγαλειότητι τῆς θείας φύσεως ἀγαθῶν ὁμολογία. Οὐ γὰρ ἐξ ἡμετέρας δυνάμεως τιμὴν προστιθέμεν τῇ ἀτιμῆτῳ φύσει, ἀλλὰ τὰ προσόντα ὁμολογήσαντες τὴν τιμὴν ἐπληρώσαμεν. Ἐπεὶ οὖν πρόσεστιν ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων προσόντων ἀφθαρσία, αἰδιότης, ἀθανασία, δύναμις, ἀγιασμός, σοφία, πᾶν νόημα μεγαλοπρεπές τε καὶ ὑψηλὸν ἐν τῷ λέγειν τὰ προσόντα ἀγαθὰ· τοῦτο τῆς δόξης ποιοῦμεθα τὴν ἀπόδοσιν. Καὶ ἐπεὶ πάντα μὲν τὰ τοῦ Πατρὸς ὁ Υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ Υἱοῦ ἀγαθὰ ἐνθεωρεῖται τῷ Πνεύματι· οὐδεμίαν εὑρίσκομεν ἐν τῇ ἁγίᾳ Τριάδι κατὰ τοῦ ὕψους τῆς δόξης πρὸς ἑαυτὴν διαφορὰν. Οὐτε γὰρ κατὰ τινα σωματικὴν σύγκρισιν, τὸ μὲν ὑψηλότερον ἐστι, τὸ δὲ ταπεινότερον· τὸ γὰρ ἄσρατον, καὶ ἀσχημάτιστον μέτρω οὐ καταλαμβάνεται. Οὔτε κατὰ δύναμιν ἢ ἀγαθότητα τὸ διάφορον συγκεριτικῶς ἐπὶ τῆς ἁγίας Τριάδος εὑρίσκεται, ὡς εἰπεῖν, παρὰ τὸ πλεῖον καὶ ἔλαττον εἶναι ἐν τούτοις παραλλαγὴν. Ὁ γὰρ ἰσχυρότερον τὸ ἓν τοῦ ἑτέρου εἰπὼν, κατὰ τὸ συνηθισμένον ὁμολόγησε τὸ ἐλαττούμενον ἐν τῇ δυνάμει ἀσθενέστερον εἶναι τοῦ δυνατωτέρου. Τοῦτο δὲ τῆς ἐσχάτης ἀσεβείας ἐστίν· ἐμφαζὶν τινα ἀσθενείας ἢ ἀδυναμίαν εἶναι ἐν ὀλίγῳ εἴτε ἐν πλεῖονι περὶ τὸν μονογενῆ Θεόν, καὶ περὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐννοεῖν. Τέλειον γὰρ ἐν δυνάμει καὶ ἀγαθότητι καὶ ἀφθαρσίᾳ καὶ πᾶσι τοῖς ὑψηλοῖς νοῆμασι, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα ὁ τῆς ἀληθείας παραδίδωσι λόγος. Εἰ οὖν παντὸς ἀγαθοῦ ἡ τελειότης ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ

---

Gregorius Nyssenus Theol., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001641.
