# Epistulae 555.1

Gregorius Nyssenus, Epistulae, 555.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/epistulae/555.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/epistulae/555.1

A συλλογισθήσεται: οὐ γάριν φανερὸν σοι ποιήσαι πειράσομαι πᾶσαν τὴν κατασκευὴν διὰ τῆς τοῦ λόγου γραφῆς. Σταυρὸς ἐστὶ τοῦ εὐκτηρίου τὸ σχῆμα, τέσσαρας, ὡς εἴκός, οἴκους ἀπανταχόθεν ἀναπληρουμένους. Ἄλλὰ καταλαμβάνουσιν ἀλλήλας αἱ συμβολαὶ τῶν οἴκων, ὥσπερ ὁρῶμεν πανταχοῦ ἐν τῷ σταυροειδεῖ τύπῳ γεγόμενον. Ἄλλ' ἔγχεται τῷ σταυρῷ κύκλος ὀκτὼ γωνίας διειλημμένος. Κύκλον δὲ διὰ τὸ περιφερὲς ὀνόμασα τὸ ὀκτάγωνον σχῆμα, ὥστε τὰς δύο τοῦ ὀκταγώνου πλευρὰς, τὰς ἐκ διαμέτρου ἀλλήλαις ἀντικειμένας, δι' ἀξίδων τοῖς τετραχῇ παρακειμένοις οἴκοις τὸν ἐν τῷ μέσῳ συνάπτειν κύκλον: αἱ δὲ ἄλλαι τέσσαρες τοῦ ὀκταγώνου πλευραὶ, αἱ μεταξὺ τῶν τετραγώνων οἴκων διέχουσαι, οὐδ' αὐταὶ κατὰ τὸ συνεχὲς εἰς οἴκους ἀποταβήσονται: ἀλλ' ἑκάστῃ τούτων ἡμικύκλιον περιχθεῖσεται χογχλοειδὲς (18) κατὰ τὸ ἄνω περὶ ἀξίδος ἀναπυθόμενον: ὥστε ὀκτὼ γενέσθαι ἀψίδας τὰς πάσας, δι' ὧν ἐκ παραλλήλου τὰ τετράγωνα τε καὶ ἡμικύκλια πρὸς τὸ μέσον τὴν συνάφειαν ἔχει. Ἐσωθεν δὲ τῶν διαγωνίων πασῶν ἰσάριθμοι παραστήσονται κίονες, εὐχουσίας τε καὶ ἰσχύος χάριν. Ἀνέξουσι δὲ καὶ οὗτοι ὑπὲρ ἑαυτῶν ἀψίδας ταῖς ἔνδοθεν δι' ἴσου συχεταιεσχεσμέναις. Ἄνω δὲ τῶν ὀκτὼ τούτων ἀψίδων διὰ τὴν συμμετρίαν τῶν ὑπερκειμένων θυρίδων, ὁ ὀκτάγωνος οἶκος ἐπὶ τέσσαρα: αὐξήσεται πήχεις: τὸ δὲ ἀπ' ἐκείνου στρόβιλος ἔσται χωνοειδὴς (19), τῆς εἰλήσεως τὸ σχῆμα τοῦ ὀρόφου ἐκ πλατέος εἰς ὀξὺν σφήνα κατα-

---

Gregorius Nyssenus Theol., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001641.
