Ancient Greek
Edition urn:cts:greekLit:tlg2017.tlg071.local001
Gregorius Nyssenus Theol., Sermo in illud: Hic est filius meus dilectus (ap. Joannem Damascenum, Sacra parallela) (fragmenta) 001
Not analysed yet
Τί τὸ πιστεύειν ἀφέντες, τεχνολογοῦμεν τὴν πίστιν, καὶ πληροῦμεν τὴν ἐπιθυμίαν τοῦ κοινοῦ δυσμενοῦς; Λογισάμενος γὰρ ὁ διάβολος, ὁ κοινὸς τῆς ἀνθρωπότητος λυμεὼν, ὅτι γαλήνης ἐν ἡμῖν πολιτευομένης, τὰ τῆς εὐσεβείας ἀνθεῖ, τῆς πίστεως δὲ κρατούσης, εὐζωΐα κρατεῖ, φίλοι τε τοῦ Δημιουργοῦ γινόμεθα, ἵνα μὴ ἐπέλθωμεν, ὅθεν ἐκεῖνος ἐξέπεσεν, ὁρᾶτε τί πεποίηκε, καὶ πῶς πανούργως τὸν καθ' ἡμᾶς ἐῤῥαψῴδηκε πόλεμον. Ὁ μηχανοῤῥάφος τῶν κακῶν, καὶ σοφὸς ἐν ἀπάταις, καὶ ποικίλος ἐν ἐπιβουλαῖς, καὶ πλούσιος ἐν τοῖς κακοῖς μηχανήμασι, παρασκευάζει τινὰς ἐν προσχήματι τῆς εὐσεβείας στρατεύσασθαι κατὰ τῆς πίστεως, καὶ πᾶσι τοῖς εὐσεβέσι δι' αὐτῶν ἄκαιρον φιλονεικίαν, καὶ ψυχοφθόρον ἐνέβαλε πόλεμον, καὶ τῆς Ἐκκλησίας τὰ μέλη κατ' ἀλλήλων ἐστράτευσε. Στρέψωμεν τοίνυν κατὰ τῆς αὐτοῦ κεφαλῆς τοῦτο δὴ τὸ σοφὸν, καὶ τὴν εὐφροσύνην αὐτοῦ μεταβάλωμεν εἰς ὀδύνην, καὶ πένθος ἀπαρηγόρητον. Πενθήσωμεν τὴν εἰρήνην, ἣν ἐκεῖνος μισεῖ, Καταλείψωμεν τὸ ζυγομαχεῖν, καὶ σταθμίζειν τὰς λέξεις τοῦ δόγματος. Παυσώμεθα τοῦ θέλειν εἶναι τῶν διδασκάλων διδάσκαλοι. Μισήσωμεν τὸ λογομαχεῖν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Πιστεύσωμεν ὡς οἱ πατέρες ἡμῶν παραδέδωκαν. Οὐκ ἐσμὲν τῶν πατέρων σοφώτεροι· οὐκ ἐσμὲν τῶν διδασκάλων ἀκριβέστεροι. Ἐν εἰρήνῃ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς, οὐκ ἐν μάχῃ. Ὡς ἐκλήθημεν, οὕτως προσμείνωμεν τῇ μυστικῇ τραπέζῃ, ἐν ᾗ τῶν οὐρανίων μεταλαμβάνομεν. Μὴ γινώμεθα κατὰ ταυτὸν ὁμοτράπεζοι, καὶ ἀλλήλων ἐπίβουλοι· μὴ ἐνταῦθα κοινωνικοὶ, καὶ ἔξω ἐπίβουλοι.