# Testimonia Adversus Judaeos [Sp.] 105.2

Gregorius Nyssenus, Testimonia Adversus Judaeos [Sp.], 105.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/testimonia-adversus-judaeos-sp/105.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/testimonia-adversus-judaeos-sp/105.2

Ποίαν οὖν ἔχει χώραν ταῦτα, εἰ μὴ ἦν ἐνυπόστατον πρόσωπον; Οὐ γὰρ ἔστιν ἄλλος, πρὸς ὃν διαλέχθη· « Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; » Ἄλλ’ ἠρκεσεν αὐτῷ μόνη βούλησις εἰς τὴν τῶν πάντων δημιουργίαν. Εἴρηται γὰρ· « Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων. » Τὸ ἐνυπόστατον τοῦ ἁγίου Πνεύματος θαλλόντος καὶ ζωογονοῦντος εἰς τὴν μέλλουσαν γονὴν τὰ πάντα, τῆς Γραφῆς δηλοῦστος. Ὅν οὕτως ἔχοντων, σαφὴς ἡ τῆς ἁγίας Τριάδος, Πατρὸς, φημί, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἀπόδειξις. Αὐτὴ γοῦν πρὸς ἑαυτὴν ἡ ἁγία καὶ ὁμοούσιος Τριάς τὸ, « Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. » Μονοφρόνησις γὰρ νοητῶς πρὸς τὴν εἰκόνα τοῦ Μονογενοῦς. Καὶ πάλιν· « Ἴδου Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. » Ὅτι δὲ διὰ τοῦ Λόγου τὰ πάντα ἐδημιούργησεν ὁ Θεός, σαφὲς ἀφ’ ὧν ἐπὶ ἑκάστου τῶν δημιουργημάτων γέγραπται τὸ, « Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω, » τῆς Γραφῆς σημαίνουσης τὴν διὰ τοῦ Λόγου δημιουργίαν· εἰ γὰρ μὴ τοῦτο ἦν, ἠρκεῖ εἰπεῖν· Καὶ ἐποίησεν ὁ Θεὸς οὐρανόν, καὶ γῆν, καὶ τὰ λοιπά· καὶ πάλιν· Προστάξαντος τοῦ Θεοῦ ἐγενήθη τὸ στερέωμα· καὶ πάλιν, Διεχώρισεν ὁ Θεός. Καὶ ὅταν ἀκούσῃς τὸ, « Εἶπεν ὁ Θεός, » εὐθὺς τῇ ἐνοίᾳ σύναγε τὸν ἀκούσαντα τοῦ εἰπόντος· « Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστήρες. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς φωστήρας. » Τίς εἶπε, καὶ τίς ἠκούσε; Καὶ ἐπὶ πλείστοις τόποις τῆς Παλαιᾶς ἔστιν εὑρεῖν, τρέμα ὑποδεικνυμένης τῆς ἁγίας Τριάδος τὴν ὑπόστασιν καὶ τὸ ὁμοούσιον αὐτῆς· οἷον ὡς ἐπὶ τοῦ Ἀβραάμ· « Ἄνθρωπος, » φησί, « αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυὶ τῇ Μαμρῆ, » καθορῶν

---

Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001659.
