# Testimonia Adversus Judaeos [Sp.] 111.1

Gregorius Nyssenus, Testimonia Adversus Judaeos [Sp.], 111.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/testimonia-adversus-judaeos-sp/111.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/testimonia-adversus-judaeos-sp/111.1

Ἀδῶσας τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν Πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ (41) καὶ ἔσται δικαιοσύνην ἐξωσμένος τὴν ὀσφύν αὐτοῦ, καὶ ἀλήθειαν ἱμελμένος τὰς πλευρὰς αὐτοῦ. › Καὶ μετ' ὀλίγα· › Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἔθνων· ἐπ' αὐτῷ ἔθνη ἐλπιούσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμὴ. › Δαβὶδ, › Ὁ θρόνος σου, ὦ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως περὶ τοὺς μετόχους σου. › Ὁρᾷς ὅτι ὁ Θεὸς χρίεται παρὰ τοῦ Θεοῦ· ἐνανθρωπήσας γὰρ γέγονεν ἄρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν. › Καὶ μετ' ὀλίγα, › Καὶ σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμείνεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἐλλεῖς αὐτούς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλειψούσιν, › τοῦ χρισθέντος δηλαδή.

---

Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001659.
