# Testimonia Adversus Judaeos [Sp.] 111.2

Gregorius Nyssenus, Testimonia Adversus Judaeos [Sp.], 111.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/testimonia-adversus-judaeos-sp/111.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/testimonia-adversus-judaeos-sp/111.2

Γ. Περὶ τῆς γεννήσεως αὐτοῦ τῆς ἐκ Παρθένου. Ἠσαίας, › Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐ[μ]μανουήλ· › ὁ ἐρμηνεύεται, Μεθ' ἡμῶν ὁ Θεός· › Καὶ πρὶν ἐπιγνῶναι πατέρα, ἢ μητέρα, λήψεται δύναμιν Δαμασχοῦ, καὶ τὰ σκίλα Σαμαρείας ἐδεται.› Καὶ Σολομὼν προφητικῶς, (42) › Παὶς ἤμην εὐφυής, ψυχὴν τε ἔλαχον ἀγαθῆς· μᾶλλον δὲ ἀγαθὸς ὤν, ἤλθον εἰς σῶμα ἀμίαντον. › (43) (Τίς οὖν πρὸ γεννήσεως ἦν ἀγαθός; καὶ τίς ἤλθεν εἰς σῶμα ἀμίαντον;) Ἠσαίας, › Καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίχλουστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, (44) καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θαυμαστὸς, Σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστής, Ἄρχων ειρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ πάλιν, › Ἰδοὺ ἡ δάμαλις τέτοκε, καὶ οὐ τέτοκε (45). › Τοῦτο δὲ δηλοῖ τὴν Παρθένον. Καὶ πάλιν, › Βούτυρον, καὶ μέλι φάγεται (46). › Τοῦτῶν γὰρ ἐτρέφετο κατιούσης τῆς μητρὸς αὐτοῦ ἀπὸ τῆς ἀπογραφῆς· ὕστερον γὰρ εὐπόρησεν γάλακτος. Καὶ πάλιν, › Οὕτως λέγει Κύριος Σαβαὼθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων· καὶ οἱ Σαβαεῖμ ἄνδρες ψυχῆν ἐπὶ σὲ δια-

---

Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001659.
