# Testimonia Adversus Judaeos [Sp.] 117.1

Gregorius Nyssenus, Testimonia Adversus Judaeos [Sp.], 117.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/testimonia-adversus-judaeos-sp/117.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/testimonia-adversus-judaeos-sp/117.1

A τὰ ἔθνη ἀπερίτμητα σαρκί, ὁ δὲ λαὸς οὗτος τῇ καρ-δίᾳ. › Καὶ πάλιν, › Περιτέμνεσθε τὴν καρδίαν ὑμῶν, καὶ μὴ τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν (82). › Καὶ πάλιν (83), › Νεῦσατε ἑαυτοῖς νεώσματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθας (84)· ἀλλὰ περιτέμνεσθε τὸ σκληρὸν τῆς καρδίας ὑμῶν. › Ἰερεμίας (85), › Καὶ περιτέμνεσθε τῷ Θεῷ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν. › Ὅτι δὲ οὐδένα δικαιοῖ ἡ περιτομή, δῆλον ἐκ τούτων· Ἀβραὰμ ἀπερίτμητος εὐηρέ-στησε (86) τῷ Θεῷ· πρῶτον γὰρ εὐρή εὐαρεστῶν, καὶ τότε αὐτῷ τὴν περιτομὴν δίδωσι. Καὶ οἱ ἐν τῇ ἐρήμῳ δὲ γεννηθέντες, ἐν τοῖς τεσσαράκοντα ἔτεσιν ἀπερίτμητοι ἦσαν· καὶ οἱ ἀπὸ Ἀδὰμ ὁμοίως ἕως Ἀβραὰμ εὐηρέστησαν τῷ Θεῷ, πάντες ἀπερίτμητοι ἦσαν· διὰ γὰρ τὸ ἐπιμῖγνυσθαι τὸν λαὸν εἰς τὰ ἔθνη, ἐδόθη ἡ περιτομή, καὶ ἡ αἰτία δῆλη· εἶπης γὰρ τὴν ἀρχὴν τοῦ τῆς περιτομῆς ἐκ τοῦ Ἀβραὰμ, ὃν ἀγαπή-σας ὑπὲρ πάντας τοὺς τότε ὄντας, ἐξ αὐτοῦ γεννη-θήσεσθαι καὶ τὸν Χριστὸν κατὰ σάρκα προεῖδετο. Ἵνα οὖν (87) ὅπερ ἐδουλήθη, καθαρῶς γενέσθαι δυνή, καὶ ἀνοθεύσει, τούτου χάριν ἐδῆσε (88) περιτομῆς, καὶ τῆς περὶ τὰ λοιπὰ γένη ἀξίμίας, ἵνα ὥσπερ τι διάγραμμα, τῶν λοιπῶν αὐτοὺς ἀνθρώπων χωρίσῃ (89) ὁ νόμος. Ὅθεν καὶ τεχθέντος τοῦ δι' ὃν ταῦτα γέγονε, λοιπὸν ὡς περιττὰ τῷ Θεῷ τὰ παρὰ τὴν ἀρχαίαν ἐκείνους κατάστασιν ἐχθέθησαν.

---

Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001659.
