# Homiliae 100

Gregorius Palamas, Homiliae, 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/100
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/100

ΟΜΙΛΙΑ Ιϛʹ. Περὶ ῆς κατὰ σάρκα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἱκονομίας, καὶ τῶν δι´ αὐτης κεχαρισμένων τοῖς ὡς ἀληθῶς εἰς αὐτὸν πιστεύοισι· καὶ ὅτι πολυτράπως ὁ Θεὸς δυνάμενος τῆς τοῦ διαβόλου τυραννίδος υτρώσασθαι τὸν ἄνθρωπον, εἰκότως ταύτῃ μᾶλλονἐχρήσατο τῆ οἰκονομίᾳ. Ῥηρεῖσα τῷ ἀγίῳ καὶ μεγάλῳ Σαββάτῳ. Ὁ τοῦ Θεοῦ προαιώνιος καὶ ἀπερίληπτος καὶ παντοκράτωρ Λόγος καὶ Υἱὸς παντοδύναμος ἐδύνατο πάντως καὶ χωρὶς τῆς οἰκείας ἐνανθρωπήσεως ῥύσασθαι τὸν ἄνθρωπον τῆς θνητότητος καὶ τῆς δουλείας τοῦ διαβόλου· πάντα γὰρ φέρει τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ πάντα ὑπόκειται τῇ τούτου θεϊκῇ ἐξουσίᾳ, καὶ πάντα δύναται, κατὰ τὸν Ἰώβ, ἀδυνατεῖ δὲ τούτῳ οὐδέν τῇ γὰρ τοῦ κτίστου ἐξουσίᾳ κτίσματος ἀντιβλέψαι ἰσχὺς οὐ δύναται, καὶ τοῦ Παντοκράτορος ἰσχυρότερον οὐδέν. Ἀλλ´ ὁ καὶ πρὸς τὴν ἡμετέραν φύσιν καὶ ἀσθένειαν ἁρμοδιώτερος, καὶ τῷ δρῶντι πρεπωδέστατος τρόπος οὗτος ἦν, ὁ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου τοῦ Θεοῦ, ὡς καὶ τὸ δίκαιον ἔχων μεθ´ ἑαυτοῦ, οὗ χωρὶς οὐδὲν ὑπὸ Θεοῦ τελεῖται· «Δίκαιος γὰρ ὁ Θεὸς, καὶ δικαιοσύνας ἠγάπησε, καὶ οὐκ Κστιν ἀδικία ἐν αὐτῷ,» κατὰ τὸν ψαλμῳδὸν Προφήτην. Ἐπεὶ δὲ καὶ τὴν ἀρχὴν ὁ ἄνθρωπος ἐγκαταλειφθεὶς ὑπὸ Θεοῦ δικαίως, ὡς αὐτὸς πρῶτος ἐγκαταλιπὼν αὐτὸν, καὶ τῷ ἀρχεκάκῳ προσδραμὼν ἐκὼλν καὶ τἀναντία σὺν δόλῳ συμβουλεύοντι πεισθεὶς δικαίως ἐκείνῳ παρεδόθη, καὶ οὕτω φθόνῳ τοῦ πονηροῦ, καὶ συγχωρήσει δικαίᾳ τοῦ ἀγαθοῦ ΟΜΙΗΙΑ ΧvΙ. θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν· ὃς ἐξ ὑπερβαλλούσης Θ τοῦ ἀρχεκάκου κακίας καὶ διπλασίως ἐγένετο· οὐχ ὁ φυσικὸς γὰρ μόνος, ἀλλὰ καὶ ὁ βίαιος αὐτοῦ προξενοῦντος τελεῖται, Ἐπεὶ οὖν σὺν δίκῃ τῇ τοῦ διαβόλου δουλείᾳ καὶ τῇ θνητότητι παρεδόθημεν, ἔδει πάντως καὶ τὴν πρὸς ἐλευθερίαν καὶ ζωὴν ἐπάνοδον τοῦ ἀνθρωπίνου γένους σὺν δίκῃ παρὰ τοῦ Θεοῦ τελεσθῆναι. Μὴ μόνον δὲ ὁ ἄνθρωπος θεῖκῇ δικαιοσύνῃ τῷ φθονήσαντι παρεδόθη, ἀλλὰ καὶ αὐτὸς ὁ διάβολος τὴν μὲν δικαιοσύνην ἀφ´ ἑαυτοῦ ἀπώσατο, γεγονὼς δὲ ἀδίκως τῆς ἐξουσίας καὶ τῆς αὐτοκρατορίας, μᾶλλον δὲ τῆς τυραννίδος ἐραστὴς, τῇ δικαιοσύνῃ μαχόμενος, τῇ δυνάμει κατὰ τοῦ ἀνθρώπου ἐχρήσατο. Ἵρεσε γοῦν τῷ Θεῷ πρῶτον τῇ δικαιοσύνῃ καταβληθῆναι τὸν διάβολον, ᾖπερ αὐτὸς διατελεῖ μαχόμενος· ὕστερον δὲ τῇ δυνάμει, διὰ τῆς ἀναστάσεως καὶ τῆς μελλούσης κρίσεως· αὕτη γὰρ ἀρίστη τάξις, προηγεῖσθαι τὴν δικαιοσύνην τῆς Ἐυνάμεως, καὶ τοῦτο θείας ὡς ἀληθῶς καὶ ἀγαθῆς δεσποτείας, ἀλλ´ οὐ τυραννίδος ἔργον τῇ δικαιοσύνῃ την δύναμιν ἕπεσθαι. Καθάπερ γὰρ ὁ ἀπ´ ἐρχῆς ἀνθρωποκτόνος φθόνῳ καὶ μίσει καθ´ ἡμῶν ἐπήρθη, οὖτως ὁ ἀρχηγὸς τῆς ζωῆς ὑπερβολῇ φιλανθρωπίας καὶ ἀγαθότητος ὑπὲρ ἡμῶν ἐκινήθη· καὶ ὡς ἐκεῖνος ἀλίκως ἠράσθη τῆς ἀπωλείας τοῦ Θεοῦ πλάσματος, οτως ἐνδίκω ὁ πλάσας ἠρόσθη τῆς σωτηοίας τοῦ πλαστουργήματος· καὶ ὡς ἐκεῖνος ἀδικίᾳ καὶ δόλῳ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
