# Homiliae 101

Gregorius Palamas, Homiliae, 101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/101
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/101

τὴν νίκην ἑαυτῷ καὶ τὴν τοῦ ἀνθρώπου πτῶσιν κατέπραξεν, οὕτως ὁ ἐλευθερωτὴς ἐν δικαιοσύνῃ καὶ σοφίᾳ τὴν ἠτταν εἰς τέλος τοῦ ἀρχεκάκου καὶ τὴν ἀνακαίνισιν τοῦ οἰκείου ἐξείργασται πλάσματος. Παρέλιπεν οὖν ὁ Θεὸς πρότερον ὅπερ ἠδύνατο, ἵν´ ὅπερ ἐχρῆν ἐνεργήσῃ πρότερον. Περιφανεστέρα δὲ κἀντεῦθεν ἡ δικαιοσύνη γέγονε προκριθεῖσα παρὰ τοῦ δύναμιν ἀήττητον ἔχοντος· διδαχθῆναι δὲ καὶ ἐμζξήῃισφήν η,.ρρωωοιφς οιππωκ. οινφω νοῦ καγτπ οιημολες σπκωνονι Ἐχς ᾷῆλάττό ἐτ· οξό· ὅʹ Πρὸς δὲ τούτοις ἔδει καὶ ὑπὸ τῆς νικηθείσης φύσεως νικηθῆναι τὸν νικήσαντα, καὶ κατασοφισθῆναι τὸν κατασοφισάμενον. Διὰ τοῦτο ἔδει τε καὶ ἀναγκαῖον ἦν ἄνθρωπον γενέσθαι ἀμαρτίας ἄγευστον ἐσόμενον. Τοῦτο δὲ τῶν ἀδυνάτων ἦν· «Οὐδεὶς γὰρ, ἡ Γραφή φησιν, ἀναμάρτητος, οὐδ´ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ·» «καὶ, «Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;» Καὶ οὐδεὶς ἀναμάρτητος εἰ μὴ εἷς ὁ Θεός. Διὰ ταῦτα ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, ἐξ ἐκείνου μὲν ἐξ ἀτδίου ὥν, ἀλλὰ καὶ ἐν ἐκείνῳ· οὑ γὰρ ἔστιν οὐδ´ ἐννοῆσαί ποτε Θεὸν ἄλογον· καὶ σὺν ἐκείνῳ, εἷς Θεὸς ὑπάρχων· οὐδὲ γὰρ τὸ ἡλιακὸν ἀπαύγασμα φῶς ἕτερον παρὰ τὸν ἥλιον, οὐδὲ ἡ τοῦ ἡλίου ἀκτὶς ἕτερός ἐστιν ἤλιος παρὰ τὸν ἕνα. Διὰ ταῦτα τοίνν ὁ μόνος ἀναμάρτητος Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, κατὰ τὴν θεότητα ἄτρεπτος, κατὰ τὴν ἀνθρωπότητα ἄμεπτος· «Ὃς, καθάπερ φθάσας Ἡσαΐας προεμαρτύρησεν, ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὐρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Καὶ οὐ τοῦτο μόνον, ἀλλ´ ὃς μόνος ἐν ἀνομίαις οὐ συνελήφθη, οὐδ´ ἐν ἀμαρτίαις ἐκυήθη, καθάπερ ἐν θαλμοῖς ὁ Δαβὶδ περὶ ἑαυτοῦ, μᾶλλον δὲ παντὸς ἀνθρώπου μαρτυρεῖ. Ἡ γὰρ τῆς σαρκὸς ἐπανάστοσις ἀκούσιος οὖσα, καὶ ἀντιστρατευομένη φανερῶς τῷ νόμῳ τοῦ νοὸς, εἰ καὶ παρὰ τῶν σωφρονούντων βίᾳ δουλαγωγεῖται, καὶ πρὸς παιδοποιίαν μόνον ἀνίεται, ἀλλὰ τὴν ἀπ´ ἀρχῆς ἐπάγεται καταδίκην, φθορὰ οὖσά τε καὶ λεγομένη, καὶ πρὶς φθορὰν πάντως γεννῶσα, Αὄ καὶ τοῦ μὴ συνειδότος ἡν τιμὴν, ἡν ἡμῶν ἡ φύσις ἔλαχε παρὰ Θεοῦ, ἀλλὰ τοῖς κτήνεσιν ὁμοιωθέντος ἐμπαθὴς ὑπάρχουσα κίvήσις ἃεΔιὰ τοῦτο αὐ μόνον Θεὸς ἐν ἀνθρώποις, ἀλλὰ καὶ ἐκ Παρθένου ἁγίας, καὶ μεμολυσμένων λογισμῶν τῶν ἐκ τῆς σαρκὸς ἀνωτέρας κατὰ τοὺς προφήτας γεννᾶται Παρθένου, ἡς τὴν σύλληψιν ἀγίου Πνεύματος ἐπέλευσις, οὐ σαρκὸς ἐπήνεγκεν ὄρεξις· εὐαγγελισμὸς; καὶ πίστις Θεοῦ ἐνδημίας, ἀλλ´ οὐ συγκατάθεσις καὶ πεῖρα ἐμπαθοῦς ἐπιθυμίας προεί. ληφε· ταύτης γὰρ παντελῶς ἀπῳκισμένης, τεροσευχῇ καὶ θυμηδίᾳ πνευματικῇ· «Ἰδοὺ γὰρ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου,» πρὸς τὸν εὐαγγελιστὴν ἄγγελον ἡ ἄσπιλος Παρθένος ἔφη, συλλαβοῦσά τε γεγέννηκεν· ὡς ἂν ὁ τοῦ διαβόλου νικητὴς, ἄνθρωπος θεάνθρωπος ὢν, τοῦ χένους μόνον, ἀλλ´ οὐχὶ καὶ τῆς ἁμαρτίας ἕλκῃ τὴν ῥίζαν· μόνος ἁπάντων οὐκ ἐν ἀνομίαις συλληφθεὶς, οὐδ´ ἐν ἀμαρτίαις κυηθεὶς, ἡδονῇ δηλαδὴ σαρκὸς καὶ πάθει,

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
