# Homiliae 105

Gregorius Palamas, Homiliae, 105. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/105
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/105

ἁμαρτιῶν ἡμῶν αὐτοῦ θυσίαν καὶ σφαγήν. Ἀλλὰ καὶ αὐτὸν εἶναι μαρτυρεῖ τὸν Ὑψιστον, καὶ ἐξ οὐρανοῦ τοῦτον καταβῆναι, καὶ ἀπειροδύναμον εἶναι, ὡς οὐκ ἐκ μέτρου λαβόντα τὸ Πνεῦμα Θεοῦ παρὰ τοῦ Πατρός. Καὶ τοῖς μὲν εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται ζωὴν αἰώνιον, τοῖς δὲ ἀπειθοῦσιν ἀπειλεῖ τὴν τοῦ Θεοῦ ἀναπόδραστον ὀργήν· ἀποκρίνεται γὰρ περὶ αὐτοῦ, παρὰ τῶν οἰκείων μαθητῶν ἐρωτηθεὶς, ὅτι «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Καὶ δεικνὺς τίνος ἕνεκεν ἐκείνου μὴ μόνον αὐτὸς, ἀλλὰ καὶ τὰ πάντα ἐλάττω, καθόσον ἡ γῆ τοῦ ὑπερουρανίου. «Ὁ ἄνωθεν, φησὶν, ἐρχόμενος ἐπάνω πάντων ἐστίν·» ἐξῃρημένος πάντων, καὶ τὴν πατρῴαν ὑπεροχὴν ἀποσώζων, ὡς υἱὸς ἀγαπητός. Καὶ πάλιν· «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ ἀπειθῶν τῷ Υίῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ´ ἡ ὁργὴ τοῦ Θεοῦ μενεῖ ἐπ´ αὐτόν « Ἔρχεται γοῦν καὶ ὁ Χριστὸς πρὸς τὸ βάπτισμα, τοῦτο μὲν διὰ τὴν πρὸς τὸν πέμψαντα τὸν Ἰωάννην εὐπείθειαν, ὡς καὶ αὐτὸς εἶπεν· «Οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην»· τοῦτο δὲ διὰ τὴν οἰκείαν φανέρωσιν· πρὸς δὲ, καὶ ὥστε τῆς σωτηρίου ποδηγίας ἀπάρξασθαι, καὶ πιστώσασθαι τοῖς ἑπομένοις καὶ βαπτιζομένοις, ὡς αὐτὸς ὑπέδειξε καὶ προσέταξεν, ὅτι Πνεῦμα ἅγιον διδοται, καὶ δι´ ἑαυτοῦ τὸ βάπτισμα κατασκευάσαι· καθαρτικὸν φάρμακον τῶν ἐν ἡμῖν ἐντακέντων μολυσμάτων ἑξ ἐμπαθοῦς γενέσεως καὶ βιώσεως· εἰ γὰρ καὶ αὐτὸς οὐδ´ ὡς ἄνθρωπος ἐδεῖτο καθάρσεως, ἐξ ἀμολύντου γεννηθεὶς Παρθένου, καὶ βιοὺς πάσης ἀμαρτίας ἐκτὸς, ἀλλ´ ἐπεὶ δι´ ἡμᾶς ἐγεννήθη, δι´ ἡμᾶς καὶ καθαίρεται. Βαπτίζεται τοίνυν παρὰ τοῦ Ἰωάννου, καὶ ἀνιόντι ἀπὸ τοῦ ὕδατος ἀνοίγονται αὐτῷ οἱ οὐρανοὶ, καὶ φωνὴ τοῦ Πατρὸς ἐξάκουστος ἐκεῖθεν γίνεται· «Οὐτός ἐστιν ὁ Υἱός μου ὁὰγαπητὸς, ἐν ὧ εὐδόκησα·» καὶ ὡς περιστερὰ ἐπ´ αὐτὸν κατέρχεται τὸ Πνεῦμα τοῦΘεοῦ, δεικνύντος τοῖς παροῦσι τὸν μαρτυρούμενον ἄνωθεν. Καὶ φανεροῦται μὲν οὕτως ἐκεῖνος Υἱὸς ὢν ἀληθινός· φανεροῦται δὲ ὁ ἐν τοῖς οὐρανοῖς ἰiατὴρ, Πατὴρ ὑπάρχων ἀληθής· φανεροῦται δὲ τὸ Πνεῦμα τὸ ἅγιον, προϊὸν μὲν καθ´ ὕπαρξιν ἐκ τοῦ Πατρὸς, ἐπαναπαυόμενον δὲ τῷ γνησίῳ τοῦ Πατρὸς Υίῷ· ἐγκατοικίζεται δὲ τῷ ὕδατι τοῦ βαπτίσματος ἡ χάρις ἑαυτοῦ, καὶ τοῦ Πατρὸς αὐτοῦ, καὶ τοῦ Πνεύματος· ὡς ἂν τοῖς κατ´ αὐτὸν ἔπειτα βαπτιζομένοις προσφυομένη ἀναγεννᾷ τούτους θείως καὶ ἀνακαινίζῃ καὶ ἀναπλάττῃ μυστικῶς ὡς μηκέτι ἐκ τοῦ παλαιοῦ Ἀδὰμ ὄντας, ἐκεῖθεν ἕλκειν τὴν ἀρὰν, ἀλλ´ ἐκ τοῦ νέου Ἀδὰμ τὴν γέννησιν σχόντας, τὴν εὐλογίαν ἐντεῦθεν ἔχειν, μηκέτι τέκνα σαρκὸς ὄντας, ἀλλὰ τέκνα Θεοῦ, οἶ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ´ ἐκ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐγεννήθησαν. Κἂν γὰρ ἔτι πρὸς γυμνασίαν, πρὸς δοκιμὴν, πρὸς διόρθωσιν, πρὸς κατάληψιν τῆς ταλαιπωρίας τοῦαίῶνος τούτου τῷ κάτω βρίθοντι φορτίῳ τῆς φθειρομένης σαρκὸς βαρύνωνται, ἀλλ´ ἀοράτως ἐνδεδυμένοι οονροΟΟ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
