# Homiliae 110

Gregorius Palamas, Homiliae, 110. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/110
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/110

ἁμαρτωλῶν ἀπέθανε, δίκαιος ὑπὸ ἀδίκων, ἵνα ἡμᾶς προσενέγκῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ, ζῶν δὲ πνεύματι, ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεήμασινἤτοι ταῖς ψυχαῖς τῶν ἀπ´ αἰῶνος νεκρῶν), πορευθεὶς ἐκήρυξεν.» Ὥσπερ οὗν ὃ πονηρὸς δι´ ἑνὸς τοῦ οἰκείου κατὰ πνεῦμα θανάτου, διπλοῦν ἡμῖν τὸν θάνατον προεξένησεν, οὕτως ὁ ἀγαθὸς δι ἐνὸς τοῦ κατὰ σῶμα θανάτου τὸν διπλοῦν ἡμῖν ἰάσατο θάνατον, καὶ διὰ μιᾶς τῆς τοῦ ἰδίου σώματος ἀναστάσεως τὴν διπλῆν ἡμῖν ἀνάστασιν ἐδωρήσατο, διὰ σωματικοῦ θανάτου καθελὼν τὸν ἐν θανάτῳ τὸ κράτος ἔχοντα κατὰ τῆς ψυχῆς ἡμῶν καὶ τοῦ σιώματος, καὶ κατ´ ἄμφω τῆς ἐκείνου τυραννίδος ἡμᾶς ῥυσάμενος· ὑποδύεται μὲν γὰρ ὁ πονηρὸς τὸν ὄφιν, ὥς δι´ αὐτοῦ τὸν ἄνθρωπον ἀπατήσων, ἀναλαμβάνει τὴν ἀνθρωπίνην φύσιν ὁ τοῦ Θεοῦ Λόγος, ] ὡς δι´ αὐτῆς φενακίσων τὸν φενακίσαντα· ἀλλ´ ἀνεξαπάτητον αὐτὴν λαμβάνει καὶ καθαρὰν, καὶ τοιαύτην εἰς τέλος διατηρεῖ, προσάγων τῷ Πατρὶ ταύτην ὡς ἀπαρχὴν, εἰς ἁγιασμὸν ἡμῶν ἀφ´ ἡμῶν. Εἰ δὲ καὶ σῶμα μὴ θνητὸν καὶ παθητὸν ὁ τοῦ Θεοῦ Λόγος ἀνέλαβε, πῶς ἂν ἠπατήθη, πῶς ἂν ἐδυνήθη προσβαλεῖν ἃ αὐτόχρημα φθόνος; Ταῦτ᾽ ἄρα οὐδὲ προσβάλλει μέχρις οὗ τοῦτον οἶδε παθητὸν περιφέροντα σῶμα· νηστεύσας γὰρ ἐν ἐρήμῳ ἡμέρας τεσσαράκοντα καὶ μὴ πεινάσας· εἰ γὰρ καὶ σῶμα παθητὸν περιέκειτο, ἀλλὰ τότ´ ἔπραττε τοῦτο καὶ ἔπασχε τὰ οἰκεῖα, ἡνίκα ὑπὸ τῆς συνημμένης συνεχωρεῖτο παντοδυνάμου δυνάμεως· νηστεύσας οὖν ἡμέρας τεσσαράκοντα, κατὰ τὸ Εὐαγγέλιον, ὕστερον ἐπείνασε. Τότε δὴ πρῶτον θαῤῥήσας καὶ προσβαλὼν ὁ ἀρχέκακος τὸν πειρασμὸν ἐπήνεγκεν, εἴσοδον εὐρεῖν σπεύδων κατὰ τοῦ πνεύματος· ὡς δὲ ἰσχυρῶς ἀπεκρούσθη, καὶ πάλιν προσβαλὼν γενικῶς διὰ πάσης ἡδυπαθείας, κατὰ κράτος ἡττήθη, ἐκνευρισθεὶς καὶ θραυσθεὶς καὶ καταισχυνθεὶς φυγὰς ᾤχετο. Διὰ τί οὖν ἀπεκρούσθη τῷ πάθει τῷ τοῦ σώματος θαῤῥήσας καὶ προσβαλών; Ἐπειδήπερ ἁμαρτίαν ἐμποιῆσαι τῶ ἀναμαρτήτῳ ἐπεχείρησεν ἀνθρώπῳ. Φεύγει μὲν οὖν ἐκεῖνος οὕτω μετ´ αἰσχύνης ἀποκρουσθεὶς, ὁ δὲ Χριστὸς καταδιώκων αὐτὸν οὐκ ἀνίησι τῶν δαιμονώντων ἀποδιώκων, τοὺς ὑπ´ αὐτοῦ κατεχομένους ἐν νόσοις ἰώμενος, νεκροὺς ἀνιστῶν, οὐκ ἀρτιθανεῖς μόνον, ἀλλ´ ἤδη καὶ διεφθορότας, καὶ ταῦτα μόνῳ προστάγματι· πρὸς δὲ καὶ τῶν ψυχῶν ἀπελαύνων αὐτούς· μετάνοιαν κηρύττων, καὶ τὴν βασιλείαν ἐγγίσασαν ἐπιδεικνὺς τὴν οὐράνιον, καὶ τὰς ψυχὰς πρὸς πίστιν ἐνάγων, καὶ βίον τῷ ἀντικειμένῳ πολέμιον· καὶ τοὺς ἁμαρτωλοὺς μετασκευάζοων καὶ προσδεχόμενος· οὐ μόνον δὲ ἀλλὰ καὶ τοῖς οἰκείοις διδοὺς κατὰ δαιμόνων τὸ κράτος. Ἀρ´ οὖν ἦν ὅλως ἀνεκτῶς ἔχειν πρὸς ταῦτα τὸν Σατανᾶν, καὶ τοὺς συναποστατήσαντας ἀγγέλους αὐτῷ; Θ Ἅρ´ ἔχειν νομίσας ὅπως ἂν ἀνακόψῃ τὴν κατ´ αὐτοῦ φερομένην τοσαύτην ἰσχὺν, ἠμέλησεν ἄν; Ἀρα δὲ ἀνεκτὸν αὐτῷ ζῇν ἐν ἀνθρώποις

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
