# Homiliae 111

Gregorius Palamas, Homiliae, 111. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/111
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/111

αὐτῶν πολυετοῦς τυραννίδος; Διὰ ταῦτα τοίνυν ἐκμανεὶς κατὰ Χριστοῦ, ἐπεὶ τὴν μὲν θεανδρικὴν ἐκείνην ψυχὴν διὰ πείρας ὑπερανῳκισμένην οἶδπαντάπασι τῶν παθῶν, ὦν ἀρχηγὸς ὑπῆρξεν αὐτὸς, καὶ θανάτου παντελῶς ἀνεπίδεκτον, οὗπερ αὐτὸς δι´ ἑαυτοῦ ποιητικός ἐστι τοῖς ἀνθρώποις, τὸ δὲ σῶμα παθητόν τε καὶ θνητὸν, αὐτὸς δὲ δι´ ἐαυτοῦ θάνατον τοιοῦτον ἐπιφέρειν οὐ συγκεχώρηται, κινεῖ πρὸς φόνον τούτου τὰς γνώμας τῶν ἀπειθῶν Ἰουδαίων, πρὸς φθόνον καὶ μανίαν ἀκάθεκτον ἐγείρας τὴν κατ´ αὐτοῦ, ἅτε καὶ τούτων ὡς πονηρῶν ἐλεγχομένων τε καὶ ἀθετουμένων ὑπὸ Χριστοῦ. Κινεῖ τοίνυν καὶ πείθει πρὸς φόνον τούτου, καὶ φόνον ἄτιμον καὶ κακούργοις μόνοις καὶ ἀσεβέσι νενομισκένον, νομίσας οὕτως αὐτόν τε ἐκ τῆς γῆς ἐκβαλεῖν, καὶ τὸ ὄνομα τούτου ἐπὶ τῆς γῆς ἀχρειῶσαι. Ἕθάῤῥει δὲ τούτου θανόντος, καὶ τὴν αὐτοῦ ψυχὴν ἐν ἅδουκατάκλειστον ἔχειν, ὡς καὶ τὰς τῶν ἐξ αἰώνων ἁπάντων ψυχάς. Οὔτως ὁ ἀἁπατεὼν ἐξηπάτηται, τῷ τῆς σαρκὸς τοῦ Χριστοῦ παθητῷ τε καὶ θνητῷ προσβαλὼν, καὶ τὸ φῶς ἤνεγκεν ἄκων ταῖς σκοτειναῖς καὶ ποθειναῖς αὐτοῦ καταδύσεσι, καὶ τὸν τῆς ζωῆς δοτῆρα ταῖς διὰ τὴν νοητὴν νέκρωσιν ὑπ´ αὐτοῦ τυραννουμέναις ψυχαῖς ἐπέστησεν· οὐ μόνον δὲ ἀλλὰ καὶ τὸ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας παρεκτικὸν σῶμα τοῖς τεθνηκόσιν ἀνέμιξε, θανάτῳ καὶ ταφῇ παραδοῦναι σπεύσας αὐτός. Ὁ δὲ Κύριος ἠδύνατο μὲν καὶ ταύτας αὐτοῦ τὰς ἐπιβουλὰς διακρούσασθαι, ἀλλ´ οὐκ ἠθέλησεν, ἠθέλησε δὲ μᾶλλον ὑπελθεῖν τὸ πάθος ὑπὲρ ἡμῶν, διὸ καὶ θεάνθρωπος γέγονεν. Εἰ μὴ γὰρ ἄνθρωπος ἦν, οὐκ ἦν δυνατὸν παθεῖνεἰ δὲ μὴ Θεὸς ἀπαθὴς κατὰ τὴν θεότητα διαμένων, οὐκ δν ὑπὲρ ἡμῶν ὑπέστη σαρκὶ τὸν θάνατον, δι´ αὐτοῦ τὴν ἀνάστασιν, μᾶλλον δὲ ἐξανάστασιν καὶ ἀθανασίαν ἡμῖν χαριζόμενος· οὐδ´ ἂν ἐπιστεύθη δύνασθαι μὲν μὴ παθεῖν, ἑκὼν δὲ παθεῖν προελόμενος, ὡς ἡμᾶς ἐλευθεροῦν καὶ ἀνυώοῦν μέλλουσαν δεικνὺς τὴν οἰκείαν ταπείνωσιν, καὶ διδάσκων, εἰ δεήσει, δι´ ἔργων, μέχρι θανάτου ὑπὲρ δικαιοσύνης ἀγωνίζεσθαι, καὶ ἐπαγγελόμενος τοῖς πειθομένοις δι´ ἀναστάσεως τῆς ἀθανασίας τὴν δύναμιν, οὐ τοῦ εἰς ἀεὶ διαμένειν μόνον, ἀλλὰ καὶ τοῦ αἰωνίου ὀλέθρου διαμένειν ἐκτὸς, τῆς αἰωνίου λέγω φρικωδεστάτης κολάσεως, τῆς ἡτοιμασμένης τῷ διαβόλῳ, καὶ συνδιαιωνίζειν τοῖς ἁγίοις ἀγγέλοις, τῆς ἀκηράτου καὶ ἀτελευτήτου βασιλείας συναπολαύοντας, Διὰ τοῦτο γὰρ ὃν οὐκ ὥφειλεν ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον, ἵνα τοὺς ἐποφειλομένως ὑφισταμένους ἡμᾶς, ἔκ τε τῆς δουλείας τοῦ διαβόλου καὶ τοῦ θανάτου λυτρώσηται· θανάτου καὶ τοῦ κατὰ ψυχὴν λέγω, καὶ τοῦ κατὰ σῶμα, τοῦ τε προσκαίρου καὶ τοῦ διαιωνίζοντος· λύτρον γὰρ ὑπὲρἡμῶν τῶν δι´ ἁμαρτίαν ὑπευθύνων τὸ ἀνεύθυνον ὡς ἀναμάρτητον οἰκεῖον αἷμα δοὺς, ἐλυτρώσατο τῆς εὐθύνης ἡμᾶς, τὰς ἀμαρτίας συγχωρήσας ἡμῶν, καὶ τὸ τούτων χειρόγραφον ἐν τῷ σταυρῷ διαῤῥήξας, ἐλυτρώσατο τῆς τυραννίδος τοῦ διαβόλου. Δελεασθεὶς γὰρ ἐκεῖνος καὶ περιχανὼν οἷον, καὶ τὸ ἡμέτερον λύτρον, τὸ αἱμα ἐκεῖνο τὸ δεσποτικὸν χυθῆναι σπεύσας, τὸ μὴ μόνον ἀνεύθυνον, ἀλλὰ καὶ θεϊκὴν δύναμιν πλουτοῦν, οὐκ ἐπ ουτίσθη ὑπ´ αὐτοῦ, ἀλλ´ ἰσχυρῶς ἐδέθη,

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
