# Homiliae 112

Gregorius Palamas, Homiliae, 112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/112
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/112

παραδειγματισθεὶς ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ· καὶ οὕτως ἡμεῖς ἐκ τῆς αὐτοῦ δουλείας ἐῤῥύσθημεν,, καὶ μετέστημεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, σκεύη μὲν ὀργῆς ὄντες πρότερον, σκεύη δὲ ἐλέους ὑπ´ αὐτοῦ γεγονότες, τοῦ δήσαντος τὸν ἰσχυρὸν ὡς πρὸς ἡμᾶς ὄντα, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαντος· ὃς ἑπεὶ δικαίως, ὡς δὲ ἀδίκως ὑποβολῇ τοῦ διαβόλου φονευθεὶς ἐβασίλευσεν ἡμῶν, τῇ δικαιοσύνῃ μυστικῶς νικήσας τὸν ἀρχέκακον, καὶ φανερῶς ἐπιδείκνυται τὴν παντοδύναμον δύναμιν, καὶ κατὰ σῶμα τοῦ θανάτου περιγενόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν τριήμερος, καὶ εἰς οὐρανὸν ἀναβὰς, καὶ καθίσας ἐκ δεξιῶν τοῦ Πατρὸς, ἐν αὐτῇ ἡν ὑπὲρ ἡμῶν ἐφόρεσε, καὶ καθ´ ἢν ἀπέθανε σαρκὶ, πιστωσάμενος ἡμῖν καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν, καὶ τὴν τῆς βασιλείας κληρονομίαν· ἐάνπερ καὶ ἡμεῖς αὐτὸν μιμούμενοι κατὰ τὸ ἐγχωροῦν, τῇ δικαιοσύνῃ τὸν τῆς ἁμαρτίας ἀρχηγὸν καταπαλαίσωμεν, ἀποκρουόμενοι τὰς αὐτοῦ προσβολὰς, καὶ τὰς πρὸς τὰ πονηρὰ πάθη προτροπὰς, καὶ ὑποφέροντες γενναίως τὰς ἐπιβουλάς. Διὰ τοῦτο γὰρ καίτοι διὰ τοῦ θείου βαπτίσματος ἀναγεννήσας ἡμᾶς ὁ Κύριος, καὶ διὰ τῆς χάριτος τοῦ ἀγίου Πνεύματος σφραγίζων εἰς ἡμέραν ἀπολυτρώσεως, ὅμως θνητὸν ἔτι καὶ παθητὸν ἔχειν ἀφίησι σῶμα, καὶ τὸν τῆς κακίας ὑφηγητὴν τῶν ταμείων τῆς ψυχῆς ἐκβαλὼν, ὅμως ἀφίησι προσβάλλειν ἔξωθεν, ὡς ἂν ὁ ἀνακαινισθεὶς ἄνθρωπος κατὰ τὴν καινὴν Διαθήκην, τουτέστι τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, ἐν ἀγαθοεργίᾳ καὶ μετανοίᾳ ζῶν, καὶ τῶν μὲν τερπνῶν τοῦ βίου τούτου περιφρονῶν, τὰ δὲ ὀδυνηρὰ ὑποφέρων, καὶ ταῖς τοῦ ἀντικειμένου προσβολαῖς. γυμναζόμενος, ἑτοιμασθῇ πρὸς ὑποδοχὴν τῆς ἁφθαφσίας, καὶ τῶν ἑν αὐτῇ κατὰ τὸν καινὸν αἰῶνα μελλόντων ἐκείνων ἀγαθῶν. Δεῖ οὗν τὸν πιστὸν τῇ μὲν ἐλπίδι χαίρειν· κἀπειδὴ πέρας ὁ βίος οὗτος ἕξει, φρονίμως δεσθαι τὴν μακαριότητα πιστῶς ἐκδεχόμενον, ἡν ἡ μέλλουσα ζωὴ ἀτελευτήτως ἕξει. Τῇ δὲ συνέσει τῆς πίστεως τὴν ἀθλιότητα, ἢν ὁ βίος οὐτος, ἀξίως κατεκρίθη φέρειν, ἐν ὑπομονῇ καὶ δι´ ὑπομονῆς πρὸς τὴν ἁμαρτίαν, καὶ τὸν τῆς ἁμαρτίας ἀρχηγὸν καὶ συνεργὸν, καὶ τοὺς ταττομένους ὑπ´ αὐτοῦ, εἰ δεήσει, μέχρις αἵματος ἀντικαθίστασθαι· πλὴν γὰρ τῆς ἁμαρτίας οὐδὲν τῶν ἐν τῷ βίῳ τούτῳ κακὸν ὄντως, εἰ καὶ κακώσεως πρόξενον, οὐδ´ αὐτὸς ὁ θάνατος. Διὸ καὶ χορὸς μὲν ὁσίων αὐτοὶ παρ´ ἑαυτῶν ἑαυτοῖς ἐπήνεγκαν τὰς κακώσεις τοῦ σώματος· οἱ δὲ μάρτυρες καὶ τὸν βίαιον παρ´ ἑτέρων ἐπαγόμενον αὐτοῖς θάνατον ἐποίησαν εὐκλεέστατον, καὶ ζωῆς καὶ δόξης καὶ βασιλείας αἰωνίου καὶ οὐρανίου παρεκτικὸν, καλῶς καὶ θεαρέστως αὐτῷ χρησάμενοι· διὰ τοῦτο γὰρ καὶ μετὰ τὸ καταργῆσαι τὸν θάνατον διὰ τῆς οἰκείας ἀναστάσεως, τοῖς οἱκείοις ἔτι παραμένειν ἀφῆκε, καὶ ἐν τούτῳ τὰς ἄλλας ἐν τῷ τῷ βίῳ τε καὶ τοῖς δόγμασι, πρὸς τὸν μέλλοντα καινὸν ἐκεῖνον καὶ ἀγήρω αἰῶνα διὰ τῆς καινῆς Διαθήκης ἑτοιμασθῇ. Λυσιτελοῦσιν οὖν αἱ κακώσεις αὕται τοῖς πιστῶς ὑπομένουσι, πρὸς διόρθωσιν τῶν ἀμαρτημάτων, πρὸς χυμνασίαν, πρὸς δοκιμὴν, πρὸς κατάληψιν τῆς τοῦ βίου τούτου ταλαιπωρίας, πρὸς προτροπὴν τοῦ ἐπιθυμεῖν

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
