# Homiliae 121

Gregorius Palamas, Homiliae, 121. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/121
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/121

ἀλλὰ καὶ τῶν μετ´ αὐτήν ἐστι πρώτη· ὡς εἶναι ταύτην αὐτὴν ἐκείνην ἐκ περιτροπῆς τὴν καινὴν καὶ πρώτην ἀπασῶν ἡμέραν, ἣν ἡμεῖς μὲν Κυριακὴν καλοῦμεν, ὁ δὲ Μωϋσῆς οὐ πρώτην, ἀλλὰ μίαν προσηγόρευσεν, ὡς τῶν ἄλλων ὑπερεξῃρημένην, καὶ προοίμιον οὖσαν τῆς τοῦ μέλλοντος αἰῶνος μιᾶς καὶ ἀνεσπέρου ἡμέρας. ΚΙΟΙ Ἐν περινοίᾳ δὲ ἔτι γενήσῃ τῆς κατὰ τὴν Κυριακὴν πρὸς τὰς ἄλλας ἑορτίους ἡμέρας ὑπεροχῆς κἀντεῦθεν. Πᾶσαν μὲν γὰρ ἄλλην ἡμέραν ἑόρτιον ὁ ἐνιαυτὸς ἅπας ἅπαξ ἐπάγει περιιὼν, τὴν δὲ Κυριακὴν καὶ μηνῶν ἔκαστος τετράκις ἡμῖν ἐπανάγει διὰ τῆς οὕτω συχνῆς περιόδου τὸν ἐνιαυτὸν ἅπαντα, ἐνιαυτὸν ἡμῖν δημιουργοῦσαν τῆς ὄντως ἀφέσεως, καὶ ἐνιαυτὸν Κυρίῳ δεκτόν. Διὸ καὶ ὁ Κύριος ταύτην ἡμῖν ἑορτάζειν ἔργῳ καθεκάστην παρελθοῦσαν ἡμερῶν ἑβδομάδα παραδιδοὺς, ἐπεφάνη μὲν πρῶτον ἐν οἰκίᾳ τοῖς μαθηταῖς, τοῦ Θωμᾶ μὴ παρὁτος, καὶ παρέστησεν ἐαυτὸν ζῶντα, καὶ τὴν εἰρήνην παρέσχεν αὐτοῖς, καὶ δι´ ἐμφυσήματος τοῦ οἰκείου τὸ κατ´ ἀρχὰς δεδομένον ἀνακαινίσας ἐμφύσημα, τὴν τοῦ θείου Πνεύματος ἐχαρίσατο χάριν, δύναμιν ἐνθεὶς αὐτοῖς θείαν τοῦ δεσμεῖν καὶ λύειν τὰς ἀμαρτίας, καὶ συμψήφους αὐτοὺς τῆς ἐν οὐρανῷ δεσποτείας ἀπεργασάμενος, εἰπὼν πρὸς αὐτούς· «Λάβετε Πνεῦμα ἅγιον, ἄν τινων ἀφῆτε τὰς ἀμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.» Ταύτην μὲν οὖν τὴν δύναμιν καὶ τὴν χάριν παρέσχεν ὁ Κύριος ἐπιφανεὶς κατ´ αὐτὴν τὴν ἡμέραν ν τῆς αὐτοῦ ἀναστάσεως, ἥτις ἡ Κυριακὴ πάντως ἦν· εἶτα διαλιπὼν τὰς μεταξὺ τῆς ἑβδομάδος ἡμέρας. κατὰ τὴν ὀγδόην, ταυτὸ δ´ εἰπεῖν, τὴν Κυριακὴν ἥνπερ σήμερον ἄγομεν, ἐφίσταται πάλιν ὡσαύτως καὶ κατὰ τὴν αὐτὴν οἰκίαν, ἐγκαινίζων ἑαυτῷ τὴν πανήγυριν, καὶ τὸν Θωμᾶν πρὸς πίστιν ἐνάγων διστάζοντα· κατὰ γὰρ τὸν ἠγαπημένον Εὐαγγελιστὴν τοῦ Σωτῆρος καὶ μαθητήν· «Μεθ´ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ καὶ Θωμᾶς μετ´ αὐτῶν, ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.ν Ὁρᾶτε κατὰ Κυριακὴν καὶ τῶν τοῦ Χριστοῦ μαθητῶν τὴν συνέλευσιν, καὶ τοῦ Κυρίου πρὸς αὐτοὺς τὴν ἐπέλευσιν; Κυριακὴ γὰρ ἦν, ὅτε πρῶτον συν. ηγμένοις ἐπέστη, καὶ μεθ´ ἡμέρας ὀκτὼ τὴν Κυριακὴν πάλιν ἐπαναγούσας, ἐφίσταται συνηγμένοις. Ἐκείνας τὰς συνάξεις εἰκονίζει διηνεκῶς ἡ τοῦ Χριστοῦ Ἐκκλησία, κατὰ Κυριακὴν μάλιστα τὰς συνάξεις ἐπιτελοῦσα, καὶ ἡμεῖς ὑμῖν ἐνδημοῦντες. καὶ τὰ πρὸς σωτηρίαν ὁμιλοῦντες κοινῇ, καὶ πρὸς εὐσέβειαν καὶ τὸν κατ´ εὐσέβειαν ἐνάγοντες βίον. Μηδεὶς οὖν ὑπὸ ῥᾳθυμίας ἢ τῆς πρὸς τὰ γήῖνα διὰ παντὸς ἀσχολίας ἀπολιμπανέσθω τῶν κατὰ Κυριακὴν ἱερῶν καὶ θεοπαραδότων συνάξεων τούτων, ἵνα μὴ δικαίως ἐγκαταλειφθεὶς ὑπὸ Θεοῦ, παραπλήσιόν τι τῷ Θωμᾶ πάθῃ, μὴ κατὰ καιρὸν ἐλθών·κἀν συναρπασθεὶς ἅπαξ ἀπολειφθῇ, τῇ ἑξῆς ἀποδιδότω, φέρων ἑαυτὸν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, μὴ καὶ ἀνίατος μείνῃ, κατὰ ψυχὴν μὲν νοσήσας ἔργοις

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
