# Homiliae 127

Gregorius Palamas, Homiliae, 127. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/127
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/127

ἐσταυρωμένον ζητεῖτε· ἠγέρθη, οὐκ ἔστιν ὡδεΟὗτος γὰρ οὐ μόνον ἅδου καὶ θανάτου καὶ τάφου κλείθροις καὶ μοχλοῖς καὶ σφραγῖσίν ἐστιν ἀκάθεκτος, ἀλλὰ καὶ τῶν ἀθανάτων ἡμῶν καὶ οὐρανίω ἀγγέλων ὑπάρχει Κύριος, καὶ μόνος οὗτός ἐστιν ὁ τοῦ παντὸς Κύριος· «Ἵετε γὰρ, φησὶν, τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος· καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν,» «Ἐξελθοῦσαι δὲ, φησι, μετὰ φόβου καὶ χαρᾶς μεγάλης, Ἐμοὶ δοκεῖ πάλιν τὸν μὲν φόβον ἔτι τὴν Μαγδαληνὴν Μαρίαν ἔχειν, καὶ τὰς μέχρι τότε συνελθούσας τῶν ἄλλων γυναικῶν· οὐ γὰρ συνῆκαν τῶν εἰρημένων παρὰ τοῦ ἀγγέλου τὴν δύναμιν, οὐδὲ τοῦ φωτὸς ἀντιλαβέσθαι τελέως ἴσχυσαν, ὡς ἰδεῖν καὶ καταμαθεῖν ἀκριβῶς· τὴν δὲ Θεομήτορα τὴν μεγάλην κτήσασθαι χαρὰν, τὰ παρὰ τοῦ ἀγγέλου συνεῖσαν, καὶ τοῦ φωτὸς γενομένην δλην, ὡς κεκαθαρμένην ἄκρως, καὶ κεχαριτωμένην θείως, καὶ διὰ πάντων βεβαίως τὸ ἀληθὲς καὶ γνωρίσασαν, καὶ τῷ ἀρχαγγέλῳ πιστεύσασαν, ἐπεὶ καὶ πιστὸς οὗτος ἐκ πολλοῦ ταύτῃ διὰ τῶν ἔργων ἐφάνη, Πῶς δὲ καὶ παρὰ τῶν γενομένιον αὐτῆς παρούσης, οὐκ ἂν συνῆκεν ἡ θεόσοφος Παρθένος τὸ τελεσθὲν. σεισμὸν ἰδοῦσα, καὶ τοῦτον μέγαν, ἄγγελον κατερχόμενον οὐρανόθεν, καὶ τοῦτον ἀστραπηφόρον, τήν τε τῶν τηρούντων νέκρωσιν, καὶ τοῦ λίθου τὴν μετάθεσιν, καὶ τοῦ τάφου τὴν κένωσιν, καὶ τῶν ἐνταφίων τὸ μέγα θαῦμα, ἀδιαλύτων ἄμα, καὶ σμύρνῃ καὶ ἀλόῃ συνεχομένων, καὶ κενῶν ὁοωμένων τοῦ σώματος, καὶ πρὸς τούτοις τὴν πρὸς αὐτὴν παρὰ τοῦἀγγέλου χαρμόσυνον θέαν καὶ ἀγγελίαν; Ἀλλ´ ἐξελθοῦσαι μετὰ τὸν εὐαγγελισμὸν τοῦτον, ἡ μὲν Μαγδαληνὴ Μαρία, ὡς ἂν εἰ μηδὲ ἤκουσε τοῦ ἀγγέλου, μηδ´ ἀκείνου δήπου δι´ αὐτὴν φθεγξαμένου, τὴν τοῦ τάφου κένωσιν ἐξακριβοῦται μόνην, τῶν ἐνταφίων μηδένα λόγον ποιησαμένη· καὶ τρέχει πρὸς Σίμωνα Πέτρον καὶ τὸν ἄλλον μαθητὴν, ὡς ὁ Ἰωάννης φησίν. Ἡ δὲ θεομήτωρ Παρθένος ἑτέραις γυναιξὶ συναφθεῖσα´ Ξθεν ἦλθεν, ἐπανήρχετο πάλιν· καὶ ἰδοὺ, καθάπερ ὁ Ματθαῖός φησιν· «Ὁ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων, Χαίρετε.» Ὁρᾶτε ὅτι καὶ πρὸ τῆς Μαγδαληνῆς Μαρίας ἡ Θεομήτωρ εἶδε τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκὶ καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα; «Αἱ δὲ προσελθοῦσαι, φησὶν, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.» Καθάπερ δὲ τὸ εὐαγγέλιον τῆς ἀναστάσεως μετὰ τῆς Μαγδαληνῆς Μαρίας ἡ Θεοτόκος παρὰ τοῦ ἀγγέλου ἀκούσασα μόνη συνῆκε τῶν εἰρημένων τὴν δύναμιν, οὕτω καὶ μετὰ τῶν ἄλλων γυναικῶν, ὑπαντήσασα τῷ Υἱῷ καὶ Θεῷ, πρώτη τῶν ἄλλων ἀπασῶν καὶ εἶδε καὶ ἐπέγνω τὸν ἀναστάντα, καὶ προσπεσοῦσα τῶν αὐτοῦ ἤψατο ποδῶν, καὶ ἀπόστολος αὐτοῦ πρὸς τοὺς ἀποστόλους ἐγένετο. Ὅτι δὲ ἡ Μαγδαληνὴ Μαρία οὐ συνῆν τῇ τοῦ Θεοῦ Μητρὶ, ἡνίκα παρὰ τοῦ τάρου ἐπανιούσῃ ὑπήντησε καὶ ἐπεφάνη καὶ προσελάλησεν αὐτῇ ὁ Κύριος, διδασκόμεθα παρὰ τοῦ Ἰωάννου· «Τρέχει γὰρ, φησίν, αὕτη πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς, Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ ΧΟΤ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.» Πῶς

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
