# Homiliae 132

Gregorius Palamas, Homiliae, 132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/132
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/132

Ὁρᾶτε μαρτυρούμενον, ὡς εἴπερ ἐγίνωσκεν, Πτησεν ἄν πάραυτα, καὶ μέτοχος ἐγεγόνει τοῦ ὄντως ζῶντος ὕδατος, ὡς καὶ μαθοῦσα πεποίηκε καὶ ἀπήλαυσεν ὕστερον, Τὸ δὲ συνέδριον τῶν Ἰο δαίων ἐρωτήσαντες, καὶ σαφῶς ἀκούσαντες, εἶτα τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἀλλὰ τίς ἡ δωρεὰ τοῦ Θεοῦ, «Εἰ ᾔδεις γὰρ, φησί, τὴν δωρεὰν τοῦ Θεοῦ’» ἵνα τἄλλα παρῶμεν, αὐτὸ τὸ τοὺς ὑπὸ Ἱουδαίων βδελυκτοὺς εἶναι νομιζομένους, καὶ μέχρι δόματος πόματος ἀκοινωνήτους, τὸν ἐνανθρωπήσαντα Θεὸν μὴ βδελύττεσθαι, πηλίκης δωρεᾶς τε καὶ χάριτος; Τὸ δὲ καὶ τοσοῦτον ἐρασμίους ἡγεῖσθαι, ὡς μὴ μόνον τὰ παρ´ αὐτῶν διδόμενα δέχεσθαι, ἀλλὰ καὶ αὐτὸν ἐκείνοις τῶν αὐτοῦ θείων χαρισμάτων μεταδιδόναι; Τί λέγω των χαρισμάτων; Ἑαυτὸν γὰρ παρέχει, καὶ σκεύη δεκτικὰ τῆς αὐτοῦ θεότητος ἀπεργάζεται τοὺς πιστεύοντας· οὐ γὰρ ἔστιν ἄλλως πηγὴν αὐτοὺς ἔχειν, ὡς προϊδὼν ἐπαγγέλλεται, πρὸς ζωὴν αἰώνιον ἀλλομένην. Τίς νοῦς ἐννοήσει; Τίς λόγος ἐκφράσει τὸ ὑπερβάλλον τῆς δωρεᾶς; Ἡ δὲ Σαμαρεῖτις μήπω τὸ μεγαλεῖον αυνεῖσα τοῦ ζῶντος ὕδατος, πρῶτον μὲν ἀπορεῖ, κόθεν ὁ προσλαλῶν εὑρήσει τὸ ὕδωρ ὃ ἐπαγγέλλεται. μήτε ἄντλημα ἔχων, καὶ τοῦ φρέατος ὄντος βαθέος· εἶτα καὶ συγκρίνειν ἐπιχειρεῖ τοῦτον πρὸς Ἰακὼβ,. ὃν καὶ Πατέρα καλεῖ, σεμνολογοῦσα τὸ χένος ἀπὸ τοῦ τόπου, καὶ τὸ ὕδωρ ἐξαίρει τοῦ φρέατος, ὡς ἦ ΧΠ μὴ ἀν εὑρεθέντος καλλίονος· ὡς δὲ κουσε τοῦ Κυρίου εἰπόντος, ὅτι Τὸ ὕδωρ, ὃ ἐγὼ δώσιω, πηγὴ γενήσεται τῷ λαβόντι πρὸς ζωὴν αἰώνιον ἁλλομένη, ψυχῆς μὲν ποθούσης ἀφῆκε ῥῆμα, καὶ πρὸς πίστιν ἐναγομένης, μήπω δὲ δυνηθείσης πρὸς τὸ φῶς τρανῶς ἀναβλέψαι· «Δός μοι γὰρ, φησί, Κύριε, τὸ ὕδωρ τοῦτο, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν·» ὁ δὲ Κύριος ἔτι κατὰ μικρὸν ἑαυτὸν ἀνακαλύπτειν βουλόμενος προστάττει ταύτῃ καὶ τὸν ἄνδρα φωνῆσαι. Ὡς δ´ ἐκείνη καὶ κρύπτουσα τὰ κατ´ αὐτὴν, καὶ σπεύδουσα τὸ δῶρον λαβεῖν, ἔλεγεν, Οὐκ ἔχω ἄνδρα, πόσους οἰκείους ἐκ καιδὸς ἔσχεν ἀκούει, καὶ νυν ἐλέγχεται μὴ τὸν οἰκεῖον αὐτῆς ἔχειν ἄνδρα· καὶ πρὸς μὲν τὸν ἔλεγχον οὐ δυσχεραίνει, πάραυτα δὲ προφητην ὄντο γνοῦσα τὸν προσλαλοῦντα μειζόνων ἅπτεται ζητημάτων. Ὁρᾶτε τὸ μακρόθυμον ἅμα καὶ φιλομαθὲς τὴς γυναικὸς ὅσον; «Οἱ πατέρες γὰρ, φησὶν, ἡμῶν ἐν τῶ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν.» Ὁρᾶτε οἷαν εἶχεν. ἐν τῇ διανοίᾳ μελέτην, καὶ πόσην εἶχε τῆς Γραφῆς εἴδησιν; Πόσοι νῦν τῶν ἐκ γενετῆς πιστῶν καὶ τῇ Ἐκκλησίς τροφίμων ἀγνοοῦσιν ὅπερ ἡ Σαμαρεῖτις ἠπίστατο, ὅτι οἱ πατέρες ἡμῶν, Ἰακὼβ δηλονότι καὶ οἱ ἑξ αὐτοῦ πατριάρχαι ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν τῷ Θεῷ; Ταύτην τὴν γνῶσιν καὶ τὴν πρὸς ἐπίγνωσιν μελέτην τῆς θεοπνεώστου Γραφῆς ὡς ὀσμὴν εὐωδίας ὁ Χριστὸς προσιέμενος, προσεκαρτέρει συντυγχάνων ἡδέως τῇ Σαμαρείτιδι· καθάπερ γὰρ ἐπὶ τῶν ἀνθράκων ἂν μέν τι τῶν εὐόσμων ἐνθῇς, ἐπιστρέφεις καὶ παρακατέχεις τοὺς προσιόντας, ἂν δέ τι τῶν βαρυόσμων καὶ δυσωδῶν, ἀπωθεῖς τούτους καὶ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
