# Homiliae 137.1-15

Gregorius Palamas, Homiliae, 137.1 to 137.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/137.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/137.1

ἐπὶ τὰ ἐκτὸς τῆς πόλεως πυκνὰ γινομένης, τοὺς ἀγροὺς ἔχομεν ὡς μὴ ἔχοντες· καὶ τὸν πλείω χρόνον ἐκείνους φεύγοντες, ἐντὸς ἐν ἀσφαλείᾳ καθήμεθα· Ὡς κἂν ἐπὶ καιρὸν ἀναχωρήσωσιν οἱ πολέμιοι, χρώμεθα πρὸς βραχὺ τοῖς πρὸ τοῦ ἄστεος περιπάτοις, ἀλλ´ οὐ καταχρώμεθα, τὸν καιρὸν τῆς χρήσεως συνεσταλμένον ὁρῶντες· οὕτω καὶ τῷ κόσμῳ τούτῳ χρῆσθαι, καὶ μὴ καταχρῆσθαι παραινεῖ καλῶς ὁ Ἀπόστολος· ὁρᾷ γὰρ τοὺς ἀοράτους πολεμίους δεινῶς ἐπεμβαίνοντας, καὶ τὸ προσδόκιμον τῆς φθορᾶς· παράγει γὰρ, φησὶ, τὸ σχῆμα τοῦ κόσμου τούτου· καίτοι ἐπειδήπερ οὐ κυρίως ὑφέστηκεν, ἀλλ´ ὡς εἶπε, σχηματισμός ἐστι τὰ παρόντα μόνον, καὶ γίνεται μὲν, οὐκ ἔστι δέ, πρὸς ὀλίγον φαινόμενά τε καὶ παρερχόμενα· κἄν τις ἐθέλῃ κατέχειν, οὐ δυνήσεταί ποτε, καθάπερ θερινῆς ἀγόνου νεφέλης ἐλαυνομένης ὑπ´ ἀνέμου, καὶ ταχὺ παρατρεχούσης σκιάν. Διὰ μόνον τὸ φανερὰν γενέσθαι τὴν ἑκάστου πρόθεσιν ἣ παραίνεσις, καὶ τὸ δοῦναι σημεῖον τῆς ἐπιγνώσεως τῶν παρὰ Θεοῦ διδαγμάτων· κἂν γὰρ ἐθέλῃ τις κατέχειν, καθάπερ ἕφην, οὐ καθεκτὰ τὰ παρόντα, καὶ τοῦτο διχως· οὐ γὰρ μόνον ὁ κόσμος οὗτος παράγει, ἀλλὰ καὶ ἡμῶν ἕκαστος τῶν τῷ κόσμῳ τούτῳ χρωμένων ἔσθ´ ὅτε καὶ πρὸ τῶν ἀνὰ χεῖρας ἐν τῷ κόσμῳ παράγει. Καὶ καθάπερ ὀδόν τινα βαδίζων παρέρχεται πᾶς ἄνθρωπος, καὶ αὐτὴν πολυειδῶς κινουμένην καὶ παρερχομένην αὐτὸν, καὶ δυοῖν ἐξ ἀνάγκης ἐκβαίνει θάτερον, ἢ πρότερα τοῦτον τὰ τῆς ὁδοῦ παρελθόντα φθάνει, καὶ ἃ κατεῖχεν οὗτος οὐκέτ´ ἔχει κατέχειν, ἢ αὐτὸς φθάνει τελείως παρελθὼν τὴν τοῦ βίου ταύτην ὁδὸν, καὶ οὐκέτ´ ἔχει κατέχειν τὰ ἐν τῷ βίῳ· θνητὸς γὰρ ὢν ὁ ἄνθρωπος τοῖς ἐν τῷ βίῳ συνημμένος ἐστὶν, ἅ ἐστι καὶ ταῦτα τρεπτά. Εἰ οὖν πολυτρόπως τρέπεται τοῖς τρεπτοῖς συνημμένος, καὶ ἀπώλεσεν ἃ κατεῖχε, πλοῦτον ἴσως, περιφάνειαν, εὐθυμίαν· ἢ θανὼν αὐτὸς ἑαυτῳ φθάνει, τὴν τροπὴν κεφαλαιωδέστερον ἐπενεγκὼν, καὶ γυμνὸς ἄπεισι, τὰ νῦν ὄντα καὶ τὰς ἐπὶ τούτοις ἐλπίδας καταλιπών.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
