# Homiliae 14

Gregorius Palamas, Homiliae, 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/14

ἡμᾶς· «Δόξα, λεγόντων, ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.» Καὶ αὐτὸς δὲ πληρῶν ἤδη τὴν σωτήριον οἰκονομίαν, τὴν εἰρήνην ἀντὶ κληρονομίας τοῖς οἰκείοις ἀφῆκε, λέγων πρὸς αὐτούς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Καὶ πάλιν· «Εἰρηνεύετε ἐν ἀλλήλοις·» καὶ, «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Καὶ ἡ τελευταία ἢν ἔδωκεν ἡμῖν εὐχή, πρὸς τὸν οἰκεῖον Πατέρα ἀναβαίνων, τὴν πρὸς ἀλλήλους ἀγάπην ἐπιστηρίζει· «Δὸς γὰρ αὐτοῖς, φησὶν, ἵνα πάντες ἓν ὧσι.» Μή οὖν ἐκπέσωμεν τῆς πατρικῆς εὐχῆς· μὴ τὴν κληρονομίαν ἀποβαλώμεθα τοῦ οὐρανίου Πατρὸς, μηδὲ τὴν σφραγῖδα καὶ τὸ σημεῖον τῆς πρὸς αὐτὸν οἰκειότητος, ἵνα μὴ καὶ τὴν υἱοθεσίαν καὶ τὴν εὐλογίαν καὶ τὴν πρὸς αὐτὸν μαθητείαν ἀποβαλώμεθα, καὶ τῆς ἐπηγγελμένης ἐκπέσωμεν ζωῆς καὶ ἀποκλεισθῶμεν τοῦ πνευματικοῦ νυμφῶνος, καὶ παρ´ αὐτοῦ τοῦ εἰρηνάρχου Πατρὸς ἀκούσωμεν· «Οὐκ οἰδα ὑμᾶς· ἀποχωρεῖτε ἀπ´ ἐμοῦ οἱ τοῦ μίσους καὶ τῆς ἔχθρας καὶ τῶν σκανδάλων αἴτιοι·» ὃς, ἵνα μὴ τοῦτο πάθωμεν, διὰ τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ ἀποστόλων παντὶ τῷ κόσμῳ τὴν εἰρήνην ἀπέστειλε· διὸ καὶ αὐτοὶ καὶ ἐν ταῖς οἰκείαις ὁμιλίαις καὶ τοῖς συγγράμμασι ταύτην πρὸ πάντων τιθέασι τῶν λόγων, Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ, προοιμιαζόμενο· Ταύτην καὶ ἡμεῖς, ὡς ὑπηρέται τῆς ἐκείνων διακονίας, ὑμῖν ἥκομεν ἀρτίως κομίζοντες, καὶ μετὰ Παύλου πρὸς ὑμᾶς λέγομεν· «Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν ἧς χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Εἰ δὲ χωρὶς τῆς μετὰ πάντων εἰρήνης οὐδεὶς ὄψεται τὸν Θεὸν, ὁ μηδὲ μετὰ τῶν πατριωτῶν εἰρηνεύων πῶς ὄψεται τὸν Θεὸν ἐν αἰῶνι τῷ μέλλοντι; Πῶς δὲ οὐκ ἀκούσεται τότε· «Ἀρθήτω ὁ ἀσεβὴς ἵνα μὴ ἴδοι τὴν δόξαν Κυρίου;» Ἀλλ´ ὑμῶν μηδένα γένοιτο ταύτης ἀκοῦσαι τῆς ἀπευκταίας φωνῆς, ἀλλὰ καταλλαγέντας, καὶ συναχθέντας διὰ τῆς εἰρήνης καὶ ἀγάπης καὶ ὁμονοίας εἰς ἓν, ἐν μέσῳ ἔχειν αὐτὸν, κατὰ τὴν αὐτοῦ γλυκεῖαν ἐπαγγελίαν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐξευμαρίζοντα μὲν ἡμῖν τὴν τοῦ παρόντος βίου δυσχέρειαν, χαριζόμενον δὲ ἐν καιρῷ εὐθέτῳ Ξ τὴν αἰώνιον ζωήν καὶ δόξαν, καὶ βασιλείαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ εἰρηνοδώρου Θεοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΟΜΙΛΙΑ Βʹ Εἰς τὴν κατὰ τὸν Τελώνην καὶ τὸν Φαρισαῖον τοῦ Κυρίου παραβολήν. Εὔπορός ἐστιν εἰς κακίαν ὁ νοητὸς τῆς κακίας προστάτης, καὶ πολὺς ἤδη καταβαλλομένους εἰς, ψυχὴν τοὺς τῆς ἀρετῆς θεμελίους τὴν ἀρχὴν εὐθὺς ὑποσύρει, δι´ ἀνελπιστίας καὶ ἀπιστίας· πολὺς δὲ καὶ τοῖς τοίχοις οἷον ἀνεγειρομένοις τῆς κατ´ ἀρετὴν οἱκίας, μεταξὺ πάλιν ἐπιθέσθαι δι´ ἀκηδίας καὶ ῥαθυμίας· ἔτι δὲ καὶ αὐτὸν ἐπωκοδομημένον ἤδη τὸν ὄροφον τῶν ἀγαθῶν ἔργων δι´ ὑπερηφανίας καὶ ἀπονοίας κατενεγκεῖν. Ἀλλὰ στῆτε, μὴ πτοηθῆτε· ΙΟΜΙΟΙΑ Ι.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
