# Homiliae 147

Gregorius Palamas, Homiliae, 147. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/147
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/147

ὑπερουράνιου Δεσπότην, τὸν ἑκεῖθεν καταβάντα και τὴν γῆν οὐρανώσαντα, καὶ αὖθις ἀναβάντα ὅθεν καὶ κατέβη, καὶ τὰ κάτω τοῖς ἄνω συνάψαντα, καὶ μίαν Ἐκκλησίαν εἰς δόξαν τῆς οἰκείας φιλανθρωπίας οὐράνιον ἅμα καὶ ἐπίγειον συστησάμενον, χαίροντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, τὸν νοῦν εἰς οὐρανὸν ἔχοντες, καὶ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεὸν, καὶ πρὸς ὑποδοχὴν τῆς ἐπηγγελμένης ἐπιδημίας τοῦ θείου Πνεύματος ἑαυτοὺς ἑτοιμάζοντες. Αὐτὸ δὲ τοῦτό ἐστιν, ὡς ἐν ἐπιτόμῳ, τὸ πολίτευμα τῶν ἀπὸ Χριστοῦ καλουμένων, ἀδελφοὶ, προσκαρτερεῖν ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, καὶ ἀνατεταμένον ἔχειν τὸ ὄμμα τῆς διανοίας ἀγγελομιμήτως πρὸς τὸν ἐπουράνιον Αεσπότην· αἰνεῖν τε καὶ εὐλογεῖν αὐτὸν ἀνεπιλήπτῳ πολιτείᾳ, καὶ οὕτω τὴν μυστικὴν αὐτοῦ ἐπιδημίαν ἐκδέχεσθαι, κατὰ τὸν εἰπόντα πρὸς αὐτόν· «Υαλῶκαὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρός με.» Τοῦτο καὶ ὁ μέγας Παῦλος δηλῶν ἔλεγεν· «Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς.» Πρὸς τοῦτο καὶ ὁ τῶν ἀποστόλων κορυφαῖος Πέτρος ἐνάγων, «Ἀναζωσάμενοι, φησί, τὰς ὀσφύας τῆς´ διανοίας ὑμῶν, νήφαντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐχ ὁρῶντες ἀγαπᾶτε.» Τοῦτο καὶ ὁ Κύριος αἰνιττόμενος, «Ἔστωσαν, φησὶν, αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον αὐτὸν, πότε ἀναλύσει.» Οὕτω καὶ τὸ Σάββατον οὐ κατέλυσεν, ἀλλ´ ἀνεπλήρωσεν, δείξας Σάββατον εὐλογημένον ὄντως ὃν, τὴν ἐπὶ τὸ κρεῖττον τῆς τῶν σωματικῶν ἔργων καταπαύσεως ἡμέραν, καὶ διὰ τοῦτο συγκεκληρωμένην εἶναι τούτῳ τὴν εὐλογίαν, ὅι σχολάζοντες ἀπὸ τῶν γηλνων, καὶ μετ´ οὐ πολὺ καταργουμένων ἔργων, προσανέχομεν τῷ Θεῷ, ζητοῦντες μετ´ ἑλπίδος ἀκαταισχύντου τὰ οὐράνια καὶ ἀκήρατα. Ἐν μὲν οὖν τῷ παλαιῷ νόμῳ μία τῶν ἡμερῶν τῆς ἑβδομάδος Σάββατον ἦν· διὸ καὶ ὁ Κύριος τοῖς ἀνοήτοις Ἰουδαίοις ἔδοξε καταλῦσαι τὸ νομιζόμενον Σάββατον· αὐτὸς δέφησιν, «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι.» Πῶς οὖν οὐ κατέλυσε τοῦτο τὸ Σάββατον, ἀλλ´ ἀνεπλήρωσε καὶ κατὰ τοῦτο τὸν νόμον; Πνεῦμα ἅγιον ἐπαγγειλάμενος δώσειν τοῖς αἰτοῦσιν αὐτὸν ἡμέρας καὶ νυκτὸς, καὶ προστάξας ἀεὶδιεγηγερμένους εἶναι καὶ Π ἐγρηγορότας καἱ εἰπών· «Γίνεσθε ἕτοιμοι, ὅτι ᾖ ὥρα οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται,» πάσας τὰς ἡμέρας τοῖς τελέως ὑπακούειν αὐτοῦ προαιρουμένοις εὐλογημένα Σάββατα πεποίηκε, καὶ οὕτως οὐ κατέλυσεν, ἀλλ´ ἀνεπλήρωσε καὶ κατὰ τοῦτο τὸν νόμον. Ὑμεῖς δὲ οἱ τοῖς κοσμικοῖς πράγμασιν ἐμπεπλεγμένοι, ἐὰν ἀπέχησθε τῆς πλεονεξίας, καὶ τῆς πρὸς ἀλλήλους ἀπεχθείας, καὶ ἀληθεύειν σπεύδητε καὶ σωφρονεῖν, ποιήσετε καὶ ὑμεῖς τὰς ἡμέρας πάσας Νάββατα διὰ τῆς ἀπραξίας τῶν κακῶν. Ὅταν δὲ ἐπιστῇ μᾶλλον τῶν ἄλλων ἡμέρα σωτήριος, καὶ ἀπὸ τῶν ἀνεγκλήτων δεῖ σχολάζειν ἔργων τε καὶ λόγων, καὶ μεθ´ ὑπομονῆς παραμένειν τῆ τοῦ Θεοῦ ἐκκὴησίᾳ, καὶ ὑπέχειν τὰ ὧτα μετὰ συνέστεως τῇ οοροοΟΟ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
