# Homiliae 15

Gregorius Palamas, Homiliae, 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/15

εὐπορώτερος γάρ ἐστιν ἐν ἀγαθοῖς ὁ σπουδαῖος. Καὶ πλείω τὴν ἰσχὺν ἔχει πρὸς ἀντιπαράταξιν τῆς κακίας ἡ ἀρετὴ, τὴν ἄνωθεν πλουτοῦσα χορηγίαν καὶ συμμαχίαν παρ´ αὐτοῦ τοῦ τὰ πάντα ἰσχύοντος, καὶ πάντας τοὺς τῆς ἀρετῆς ἐραστάς ἐνδυναμοῦντος δι´ ἀγαθότητα· ὡς μὴ μόνη ἄσειστος διαμένειν τοῖς αυνἔσκευασμένοις ὑπὸ τοῦ ἀντικειμένου ποικίλοις καὶ πονηροῖς μηχανήμασιν, ἀλλὰ καὶ τοὺς εἰς βάθος ἐμπεσόντας κακῶν ἀνεγείρειν ἔχειν καὶ ἐπανάγειν, καὶ διὰ μετανοίας καὶ ταπεινώσεως τῷ Θεῷ προσἁγειν μετ´ εὐκολίας. Δεῖγμα δὲ καὶ παράστασις διαρκής· καὶ γὰρ ὁ Τελώνης, τελώνης ὢν, καὶ οἷον τῷ πυθμένι τῆς ἁμαρτίας ἐνδιαιτώμενος, λόγῳ μόνῳ κοινοωνήσας τοῖς κατ´ ἀρετὴν ζῶσι, καὶ τούτῳ βραχεῖ, κουφίζεται καὶ ὑψοῦται καὶ ὑπερβαίνει πᾶσαν κακίαν. καὶ τῷ χορῷ τῶν δικαίων ἐγκαταλέγεται, παρ´ αὐτοῦ δεβικαιωμένος τοῦ ἀδεκάστου κριτοῦ. Εἰ δὲ καὶ ὁ Φαρισαῖος λόγῳ καταδικάζεται, ἀλλὰ Φαρισαῖος ὡν, καὶ δοκῶν εἶναί τις ἑαυτῷ, ἀλλ´ οὐκ ὢν δίκαιος ἐπ´ ἀληθείας, καὶ θρασυστομῶν οὐκ ὀλίγα, ἐν οἷς οὐκ ἐλάττω τῶν συλλαβῶν τὰ τὸν Θεὸν παροργίζοντα. Διατί δὲ ἡ μὲν ταπείνωσις πρὸς ὕψος ἀνάγει δικαιοσύνης, ἡ δὲ οἴησις πρὸς βυθὸν κατάγει τῆς ἁμαρτίας; Διότι ὁ μὲν οἰόμενος ἑαυτὸν εἰναί τινα μέγαν, καὶ ταῦτα ἐνώπιον τοῦ Θεοῦ, ἑγκαταλιμπάνεται δικαίως ὑπὸ Θεοῦ, ὡς μὴ τῆς παρ´ ἐκείνου δοκῶν χρήζειν ἐπικουρίας· ὁ δὲ μηδὲν οἰόμενος ἑαυτὸν, καὶ διὰ τοῦτο βλέπων εἰς τοὺς ἄνωθεν οἰκτιρμοὺς, τυγχάνει δικαίως τῆς παρὰ τοῦ Θεοῦ συμπαθείας καὶ βοηθείας καὶ χάριτος· «Κύριος γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.» Οωο Οειουεε ρει ρααὺοίαη Βοηίομε, «Οωο, Καὶ τοῦτο δεικνὺς διὰ παραβολῆς ὁ Κύριος, ἄνθρωποι, φησί, δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἰς Φαρισαῖος, καὶ ὁ ἕτερος Τελώνης.» Θέλων ἐναργῶς παραστῆσαι τὸ ἐκ τῆς ταπεινώσεως ἔργον, καὶ τὴν ἐκ τῆς ὑπερηφανίας ζημίαν, εἰς δύο διεῖλε πάντας τοὺς τῷ ἱερῷ προσιόντας, μᾶλλον δὲ τοὺς εἰς αὐτὸ ἀνιόντας. Οὗτοι δέ εἰσιν οἱ προσκυχῆς ἔνεκα τῷ τοῦ Θεοῦ ναῷ προσιόντες· τοιαύτη γὰρ ἡ τῆς προσευχῆς φύσις. Ἀπὸ 2 γῆς εἰς οὐρανὸν ἀνάγει τὸν ἄνθρωπον, καὶ πᾶν ἐπουράνιον ὑπερβᾶσα καὶ ὄνομα καὶ ὕψωμα καὶ ἀξίωμα, αὐτῷ παρίστησι τοῦτον τῷ ἐπὶ πάντων Θεῷ. Ἢν δὲ καὶ τὸ ἱερὸν ἐκεῖνο τὸ παλαιὸν ἐφ´ ὑψηλοῦ κείμενον, ἐν μετεώρῳ τῆς πόλεως· ἐφ´ οὗ ποτε λόφου, θανάτου τὴν Ἱερουσαλήμ ἀναλίσκοντος, τὸν θανατηφόρον ἄγγελον ἰδὼν ὁ Δαβὶδ ἐσπασμένον ῥομφαίαν κατὰ τῆς πόλεως, ἀναβὰς ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἀνήνεγκεν ἐπ´ αὐτοῦ τῷ Θεῷ θυσίαν. καὶ ἐπεσχέθη ἡ θραῦσις· εἰς τύπον καὶ ταῦτα τῆς κατὰ τὴν ἱερὰν προσευχὴν σωτηρίου καὶ πνευματικῆς ἀναβάσεως, καὶ τοῦ δι´ αὐτῆς ἱλα σμοῦ· τυπικὰ γὰρ ἦν ἐκεῖνα πάντα πρὸς σωτηρίαν ἡμῶν· εἰ δὲ βούλει, καὶ εἰς τύπον τῆς καθ´ ἡμᾶς ταύτης ἱερᾶς Ἐκκλησίας, ἥτις ὄντως ἐφ´ ὑψηλοῦ κεῖται, ἄγγελικός τις ἄλλος οὐσα καὶ ὑπερκόσμιος χῶρος, ἐν ᾧ πρὸς ἐξιλασμὸν τοῦ κόσμου παντὸς,

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
