# Homiliae 150.1-12

Gregorius Palamas, Homiliae, 150.1 to 150.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/150.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/150.1

ἀλλ´ ἀρχὴ καὶ πλήρωμα τῆς ἀπειθείας ὄντες, καὶ πικρὰ ῥίζα καὶ πηγὴ πάσης ἀμαρτίας, μάλιστα διὰ τὸ καὶ ἡμῖν πρόξενοι γενέσθαι ταύτης, ἀσύγγνωστον ἔχουσαι τὴν ἁμαρτίαν, καὶ ἀκρατῶς ἐπὶ τὸ σκοτοειδέστερον ἀεὶ χωροῦσι προκόπτοντες καθ´ ἑαυτῶν, καὶ ἀνεπιστρόφως ἔχοντες πρὸς τὸ πάσης λογικῆς φύσεως φωτιστικόν. Ἡμῖν δὲ ὡς μὴ αὐτοκινήτοις πὶ τὸ κακὸν γεγενημένοις μετ´ ἐλέους ἡ παρὰ τοῦ Θεοῦ παιδεία ἐξ ἀρχῆς ἐπάγεται· εἰ γὰρ καὶ κατεδικάσθημεν θανάτῳ, ἀλλὰ μετὰ τὸ λαβεῖν μετανοίας προθεσμίαν τὸν πολυετῆ χρόνον, ὅν ὁ Ἀδὰμ μετὰ τὴν παρακοὴν ἐπέζησε, καὶ ὃν ἕκαστος διαβιοῦμεν. Ὅθεν καὶ σαφῶς δείκνυται, ὡς οὐκ ἀπεγνωσμένην ἔχομεν τὴν σωτηρίαν, οὐδὲ ἔστιν ὅλως ἐν ἡμῖν ἀπογνώσεως καιρός· πᾶσα γὰρ ἡμῖν ἡ ζωὴ μετανοίας ἐστὶ καιρὸς, μὴ θέλοντος τοῦ Θεοῦ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, κατὰ νὸ γεγραμμένον, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· διὰ τί γαρ οὐκ εὐθὺς τῇ παρακοῇ ἐπηκολούθησεν ὁ Θάνατος; ἡ καὶ ἡμεὶς ἁμαρτόντες οὐκ ἀπαλλαττόμεθα τοῦ ζῇν, εἰ μὴ ἐλπὶς ἦν ἐπιστροφῆς; οὐ δὲ ἐλπὶς ἐπιστροφῆς, ἀπόγνωσις οὐκ ἔχει χώραν. Ἀλλὰ καὶ ὁ τοῦ Ἀδάμ Ἄβελ τὴν ἀρχὴν εὐθὺς μεμαρτύρηται ὑπὸ Θεοῦ, ὡς εὐάρεστος καὶ εὐπρόσδεκτος αὐτῷ φανείς. Καὶ μετὰ μικρὸν τότε χρόνον τῆς ἡμῶν ἐκπτώσεως, Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον. Ὁ δὲ Ἐνὼχ οὐκ εὐηρέστησε μόνον, ἀλλὰ καὶ μετετέθη ὑπὸ τοῦ Θεοῦ, σαφὴς γενόμενος τῆς περὶ ἡμᾶς τοὺς ἐπταικότας συμπαθείας ἀπόδειξις. Πάλιν φορὰ τῆς ἁμαρτίας, καὶ πάλιν ἀποστροφὴ Θεοῦ κατὰ τοῦ γένους τοῦ ἡμετέρου, καὶ παγκοσμίῳ δικαίως παρεδόθημεν κατακλυσμῷ, καὶ πάλιν οὐκ ἄμικτος ἡ ὀργὴ, οὐδ´ ἀνέλεος ἡ καταδίκη, ἀλλὰ´ οἷόν τινα ῥίζαν δευτέραν τοῦ ἡμετέρου γένους, τὸν Νῶε δίκαιον εὑρὼν ἐν τῇ γενεᾷ αὐτοῦ, θαυμασίως ὁ Θεὸς ἐφύλαξεν, οἱονεὶ περιτεμὼν ἐν προνοίᾳ, κακῶς ὑλομανοῦσαν, ἀλλὰ´ οὐκ ἐκτεμὼν, οὐδὲ πρόῤῥιζον ἀσυμπαθῶς ἀνασπάσας τὴν ἀνθρωπίνην φυ´ ἡν.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
