# Homiliae 156.1-13

Gregorius Palamas, Homiliae, 156.1 to 156.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/156.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/156.1

ὄτε καὶ γυμνοὺς περιελίττοντε, ἑαυτοὺς, ὡς καὶ Α ἀκολουθήσας νεανίσκος συλληφθέντι τῷ Κυρίῳ ὑπὸ τῶν Ἰουδαίων περιβεβλημένος ἦν σινδόνα ἐπὶ γυμνοῦ, Πν καὶ καταλιπὼν τοῖς κρατήσασι νεανίσκοις, ἀπέδρασε γυμνός. Ὁ δὲ Πέτρος τὸν ἐπενδύτην τοῦτον οὔ περιεβάλετο, γυμνὸς ὢν, ἀλλὰ συμπτύξας περιεζώσατο, ὡς ἂν ἔχῃ καὶ νήχοσθαι· διακοσίους γὰρ πήχεις τῆς γῆς ἀπεῖχε. Προφθάνει μὲν οὖν ὁ Πέτρος ἄπαντας θερμῶς οὕτως, οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, σύροντες τὸ δίκτυον τῶν ἐχθύων, καὶ οἷον τῷ παρασχόντι τούτῳ προσφέροντες, ἵν´ ἔχωσι κἀν τούτῳ λέγειν τὸ ἱερὸν ἐκεῖνο λόγιον· «Τὰ σὰ ἐκ τῶν σῶν.» ὁ Ὥς οὖν ἀπέβησαν, φησὶν, εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.» Ἀνθρακιὰν μὲν οὗν πυρὸς ἐνόμισάν τινες εἶναι ταύτην, ἐφ´ ἧς τὸ ὀψάριον ὡττοῦτο, ἀλλὰ τὸ ἐπαγόμενον, ἕτεροί φασιν, οὐκ ἀφίησιν οὕτω τὴν ἀνθρακιὰν ἐκδέξασθαι· οὐ γὰρ δὴ ὁ ἄρτος ἐπέκειτο πυρί. Ἄπειτα καὶ ἀνθρακιὰν οὐκ εἶπεν ἡμμένην, ἀλλὰ κειμένην· ὀνομάζεσθαι τοίνυν φασὶν οὕτω καὶ δέρμα τι, ᾧ ἀντὶ τραπέζης χρῶν ται οἱ ὁδοιπόροι. Ὡς οὖν οἱ ἀπόστολοι ἀποβάντες εἰς τὴν γῆν ἕτερον εἶδον θαῦμα τοῦτο τοῦ κατὰ τὴν θάλατταν μεῖζον· οὐκ ἐκ τοῦ βυθοῦ γὰρ, ἀλλ´ ἐκ μὴ ὄντων ὁρῶσιν ἰχθύν καὶ ἄρτον γεγενημένον τε καὶ προκείμενον ἕτοιμον, μετὰ τῆς τοῦ Κυρίου τερπνῆς θέας, καὶ τοῦ θαύματος ὅλοι γενόμενοι, κατημέλησαν τῆς ἁλείας· διὰ τοῦτό φησι πρὸς αὐτοὺς ὁ Κύριος· ἐ Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων, ὤν ἐπιάσατε νῦν·» ἐπιστρέφων πρὸς τὴν ἐπιμέλειαν ἐκείνων αὐτοὺς, ὡς καὶ ἐξενεγκεῖν τὴν ἄγραν, καὶ μέτρῳ περιλαβεῖν, ἵνα μὴ κατὰ φαντασίαν εἴποι τις εἶναι τὴν τῶν ἰχθύων πληθύν. «Ἀνέβη οὓν Σίμων Πέτρος, φησί, καὶ εἵλκυσε τὸ δίκτυον, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν, καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.» Ἡ ἀῤῥαγὲς διαφυλάξασα τοῦ Χριστοῦ δύναμις εἶχε δήπου καὶ τοὺς ἕλκοντας ἐνδυναμῶσαι καὶ κούφην ποιήσασθαι τὴν ὁλκὴν, οὐκ ἐποίησε δέ, ἵνα μᾶλλον αἴσθωνται τοῦ θαύματος οἱ ἀπόστολοι·

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
