# Homiliae 158

Gregorius Palamas, Homiliae, 158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/158
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/158

Πρὸς μὲν οὖν τὸν ἔξω καὶ ἐν ταῖς αἰσθήσεσι πόλεμον ὁ παλαιὸς μᾶλλον ὥπλιζε νόμος τὸ ἀνθρώπινον γένος, τὰ τέλη τῶν ἁμαρτημάτων ἐκτρέπεσθαι παραγγέλλων· πρὸς δὲ τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς πόλεμον ἡμᾶς ἀνίστησιν ὁ νόμος τῆς χάριτος, ἡ τοῦ Εὐαγγελίου διδασκαλία, τὴν ἐν καρδίᾳ ὀργὴν, τὴν ἐν καρδίᾳ μοιχείαν, τὴν ἐν καρδίᾳ τῆς τοῦ διαβόλου προσβολῆς κινουμένην ἐπιθυμίαν ἀπαγορεύουσα, καὶ πρὸς ἀντιπαράταξιν ταύτης ἡμᾶς ὁπλίζουσά τε καὶ διεγείρουσα, καθάπερ καὶ ὁ Ἀπόστολος Ἐφεσίοις γράφων φησίν· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεζοδείας τοῦ διαβόλου· οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις·» τούτων γὰρ ἐκπεσόντα χαλεπὸν ἡγεῖται, καὶ μανικῶς καθ´ ἡμῶν κινεῖται τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς διὰ τῆς κατὰ νοῦν πρὸς τὸν Θεὸν ἀνατάσεως. Διὸ πάσῃ σπουδῇ, παρακαλῶ, μέθης ἀποσχώμεθα καὶ τρυφῆς, ῥημάτων τε καὶ ἀκουσμάτων καὶ θεαμάτων αἰσχρῶν· ταῦτα γὰρ ἡμῖν ἐπανιστάντα τὴν σάρκα, πρὸς πάλην ἡμᾶς ἐκκαλεῖται, ἥτις οὐκ ἔστιν ἡμῶν, οὐδὲ ἀφίησιν ἡμᾶς. τὸν ἔνδον καὶ ἡμέτερον πόλεμον βλέπειν καὶ διαφέρειν καλῶς· διὸ καὶ νικᾶσθαι καὶ πίπτειν ἡμᾶς ἀνάγκη, καὶ ὑπὸ τῆς ἁμαρτίας ὡς ἐπίπαν ἢ τὸ πλεῖστον αἰχμαλωτίζεσθαι, ἀορασίαν μὲν πρὸς τοὺς ἐντός πολεμίους περικειμένους, ὑφ´ ἡμῶν δὲ αὐτῶν πρὸς τοῖς ἔξωθεν πολεμίοις προδιδομένους. Ἀλλ´ ἡμεῖς τῶν μὴ καλῶν μηδὲ ἐνδεδομένων ἡδονῶν τῆς σαρκὸς ἀπεχόμενοι, πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας τοῦ δεινοῦ σκότους ἀντιπαραταττώμεθα· πρὸς τοὺς ὑποβάλλοντας ἡμῖν ἔνδον τοὺς ἐμπαθεῖς λογισμοὺς, τὰς ἐπιθυμίας τὰς πονηράς, οἴτινές εἰσι πάντως οἱ δαίμονες, οἶ καὶ ἄρχοντές εἰσι τῆς κακίας τοῦ σκότους, ὡς πρῶτοι τοῦτο ποθήσαντες· καὶ κοσμοκράτορές εἰσιν, ἀλλ´ ἐκείνων πρὸς οὓς οὐδαμῶς ἔχει χώραν ὁ τοῦ ἀληθινοῦ Δεσπότου λόγος· «Υμεῖς ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, ἀλλ´ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου,» καὶ διὰ τῆς οἰκείας χάριτος ἀναγεννήσας ὡκειωσάμην. τῆς πονηρίας, ὡς ἐκόντας ὑποπεσόντας αὐτοῖς. Ἡμεῖς δὲ, ἐὰν μόνον νήφωμεν, καὶ τὸ ὄμμα τῆς διανοίας ἀνατείνωμεν πρὸς τὸν λυτρωσάμενον ἡμᾶς ἀπὸ τῆς πικρᾶς δουλείας. τοῦ διαβόλου δεσπότην, καὶ ὡς ἀεὶ παρ ντι τούτῳ προσέχωμεν, «Οὐφοβηθησόμεθα, κατὰ τὸν ψαλμῳδὸν, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ,» ἦΒ ἀλλὰ προσχωρεῖν ἡμᾶς ἐπιχειρήσαντα πεσοῦνται, πρὸς ἡμᾶς δὲ οὐκ ἐγγιοῦσιν, οὐδὲ παρασαλεύσουσι τῆς κατ´ ἀρετὴν ἕδρας καὶ ἀσφαλείας, ὡς καὶ ὁ αὐτὸς ὁ ψσματογ. ἀφος περὶ ἑαυτοῦ φησι· «Προεωρώμην τὸν Κύριον ἐν ππιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.» Ἐὰν οὐν καὶ ἡμεῖς ὡς ἐνώπιον ἡμῶν διὰ παντὸς προορώμεθα τοῦτον, νῦν μὲν ὑμνοῦντες, νῦν δὲ ἱκετεύντες, ἄλλοτε δὲ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
