# Homiliae 161

Gregorius Palamas, Homiliae, 161. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/161
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/161

εὐχαριστοῦντες πρὸς δύναμιν, ἀντιλήψεται κᾶὶ ἐκά. στου τῆς δεξιᾶς, κᾶὶ ὁδηγήσει ἡμᾶς ἐν τῇ βουλῇ κᾶὶ τῇ δυνάμει αὐτοῦ, κᾶὶ ῥύσεται ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, κᾶὶ ἀποκαταστήσει εἰς τὴν βασιλείαν αὐτοῦ, χαριζόμενος ἡμῖν ζωὴν ἀκήρατον κᾶὶ αἰώνιον· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν εἰς δόξαν αὐτοῦ κᾶὶ τοῦ ἀνάρχου αὐτοῦ Πατρὸς, κᾶὶ τοῦ συναϊδίου κᾶὶ ζωοποιοῦ Πνεύματος, νῦν κᾶὶ ἀεὶ κᾶὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΚΔʹ. Εἰς τὴν κατὰ τὴν Πεντηκοστὴν τελεσθεῖσαν φανέρωσιν κᾶὶ διανομὴν τοῦ θείου Πνείματος· ἐν ᾗ κᾶὶ περὶ μετανοίας. Ἐθεασάμεθα πρὸ μικροῦ τοῖς μεγάλοις τῆς πίστεως ὀφθαλμοῖς ἀναληφθέντα Χριστὸν, κᾶὶ τῶν αὐτοψίᾳ κατηξιωμένων ἰδεῖν οὐχ ἧττον, κᾶὶ τῆς κατ´ ἐκείνους διὰ τοῦτο μακαριότητος οὐδὲν ἀπελείφθημεν· «Μακάριοι γὰρ οἱ μὴ ἱδόντες κᾶὶ πιστεύσαντες,» ὁ Κύριος εἶπεν· οὗτοι δέ εἰσιν οἱδι´ ἀκοῆς πληροφορηθέντες, κᾶὶ διὰ πίστεως βλέποντες, ἐθεασάμεθα οὖν πρώην Χριστὸν ἀπὸ γῆς αἰρόμενον μετὰ σώματος, νῦν δὲ ὁρῶμεν διὰ τοῦ παρ´ ἀὐτοῦ τοῖς μαθηταῖς πεμφθέντος ἀγίου Πνεύματος, μέχρι τίνος ὁ Χριστὸς ἀναληφθεὶς ἔφθασε, κᾶὶ εἰ, ποίαν ἀξίαν ἀνεβίβασε τὴν ἡμῶν ἡν ἀνέλαβε φύσιν· ἐκεῖσε γὰρ πάντως ἀνῆλθεν, ὅθεν τὸ Πνεῦμα παρὰ´ αὐτοῦ πεμφθὲν κατελήλυθε. Πόθεν δὲ τὸ Πνεῦμα κατῆλθε, δείκνυσιν ὁ διὰ τοῦ προφήτου λέγων Ἰωήλ· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» κᾶὶ πρὸς ὅν φησιν ὁ Δαβίδ· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, κᾶὶ κτισθήσονται, κᾶὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Πρὸς τὸν ἀνωτάτω τοιγαροῦν ὁ Χριστὸς ἀναληφθεὶς ἀνελήλυθε Πατέρα, κᾶὶ πρὸς αὐτὸν ἔφθασε τὸν πατρικὸν κόλπον, ὅθεν κᾶὶ τὸ Πνεῦμα· κᾶὶ κοινωνὸς κᾶὶ κατὰ τὸ ἀνθρώπινον τῆς κατ´ αὐτὸν ἀξίας ἀνεδείχθη τὸ ἐξ οὐρανοῦ παρὰ τοῦ Πατρὸς ἐρχόμενόν τε κᾶὶ στελλόμενον Πνεῦμα κᾶὶ αὐτὸς ἀρτίως ἀποστείλας. Ἀλλὰ μηδεὶς νομίσῃ τὸ Πνεῦμα τὸ ἅγιον τῆς ἀξίας ταύτης ἀμοιροῦν, παρὰ ἀποστελλόντων κᾶὶ συνευδοκούντων ἐστίΚΔείκνυσι δὲ κᾶὶ τοῦτο σαφῶς ὁ διὰ τοῦ προφήτου λέγων· «Ἐγὼ ταῖς χεραί μου ἐθεμελίωσα τὴν γῆν. κᾶὶ τὸν οὐρανὸν ἐξέτεινα, κᾶὶ νῦν Κύριος ἀπέσταλκέ με κᾶὶ τὸ Πνεῦμα αὐτοῦ.» Καὶ ὁ Χριστὸς διὰ τοῦ αὐτοῦ προφήτου πάλιν ἀλλαχοῦ, λεγων· «Πνεῦμα Κυρίου ἐπ´ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι ΣΘ πτωχοῖς ἀπέσταλκέ με.» Τοιγαροῦν οὐκ ἀποστέλλεται μόνον τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ κᾶὶ ἀποστέλλει τὸν παρὰ τοῦ Πατρὸς ἀποστελλόμενον Υἱὸν, παρὰ´ οὗ δείκνυται Πατρί τε κᾶὶ Υἱῷ συμφυὲς κᾶὶ ὁμοσθενὲς κᾶὶ συνεργὸν κᾶὶ ὁμότιμον. Εὐδοκίᾳ τοίνυν τοῦ Πατρὸς κᾶὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος δι´ ἄφατον φιλανθρωπίας πέλαγος, κλίνας οὐρανούς κᾶὶ καταβὰς ἄνωθεν ὁ τοῦ Θεοῦ Μονογενὴς, κᾶὶ καθ´ ἡμᾶ ἐπὶ τῆς γῆς ὀφθεὶς, κᾶὶ συναναστραφεὶς ἡμῖν, κᾶὶ ἔπραξε κᾶὶ ἐδίδαξε θαυμαστὰ κᾶὶ μεγάλα κᾶὶ ὑψηλὰ κᾶὶ ὄντως θεοπρεπῆ κᾶὶ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
