# Homiliae 165.1-11

Gregorius Palamas, Homiliae, 165.1 to 165.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/165.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/165.1

μένων· ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἄγιον, ὅ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα.» Καὶ πάλιν· «Ὅταν ἔλθη ὁ Παράκλητος, ὅν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ, καὶ ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν.» Νῦν οὖν ἐπληρώθη ἡ ἐπαγγελία, καὶ κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, παρὰ Πατρός τε καὶ Υἱοῦ πεμφθέν τε καὶ δοθὲν, καὶ τοὺς ἁγίους μαθητὰς περιλάμψαν, καὶ ὅλως λαμπάδας ἀνάψαν θείως, μᾶλλον δὲ φωστῆρας ἀναδεῖξαν ὑπερκοσμίους καὶ παγκοσμίους, αἰωνίου ζωῆς ἐπέχοντας λόγον, δι´ αὐτῶν τὴν οἰκουμένην πᾶσαν ἐφώτισε. Καθάπερ δὲ εἴ τις Θ ἀπὸ τῆς φωτοφόρου λαμπάδος ἑτέραν ἀνάψει, καὶ ἀπ´ ἐκείἀεὶ παραμένον ἔχει τὸ φῶς· οὔτω καὶ διὰ τῆς τῶν ἀποστόλων χειροτονίας ἐπὶ τοὺς αὐτῶν διαδόχους, καὶ ἀπὸ τούτων ἐφ´ ἑτέρους πάλιν, καὶ ἐφεξῆς, ἡ τοῦ θείου Πνεύματος διαδιδομένη χάρις διὰ πάσης διήκει γενεᾶς, καὶ φωτίζει πάντας τοὺς πειθομένους τοῖς πνευματικοῖς ποιμέσι καὶ διδασκάλοις. Ταύτην οὖν τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τὸν διὰ τοῦ Εὐαγγελίου φωτισμὸν τοῦ θείου Πνεύματος, ἔρχεται κομίσων τῆ πόλει τῶν κατὰ καιροὺς ἀρχιερέων ἕκαστος· οἱ δέ τινα τούτων ἀπωθούμενοι, τὸ εἰς πὐτοὺς Χκον, διακόπτουσι τοῦ Θεοῦ τὴν χάριν, καὶ διασπῶσι τὴν θείαν διαδ»χὴν. καὶ διιστῶσιν ἑαυτοὺς τοῦ Θεοῦ, καὶ στάσεσιν ἀλιτηριώδεσι, καὶ συμφοραῖς παντοδαπαῖς παραδίδονται· ἃ καὶ ὑμεῖς ἐπέγνωτε πρὸ μικροῦ πάντως διὰ τῆς πείρας. Ἀλλὰ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν παρὰ Θεοῦ ποιμένα τῶν ὑμετέρων ψυχῶν, εἴ γέ μοι πείθεσθε συμβουλεύοντι τὰ σωτήρια, καλῶς ὄντως πανηγυρίσατε τὴν ἐπέτειον μνήμην τῆς ἐπιδημίας; τοῦ θείου ii νεύματος, ὃ κατῆλθεν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας δι´ ἀνείκαστον φιλανθρωπίαν, ὑπὲρ ἦς καὶ δι´ ἣν καὶ ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς κλίνας οὐρανοὺς κατῆλθε, καὶ σάρκα παρ´ ἡμῶν ἔλαβεν.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
