# Homiliae 168

Gregorius Palamas, Homiliae, 168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/168
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/168

ἀσώματοι τὰς πολυημέρους ἀσιτίας, τὰς ἀγρυπνίας, τὰς ἄλλας ποικίλας κακώσεις τοῦ σώματος ἐθελουσίως ὑπήνεγκαν, πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ ποικίλα τῆς ἀμαρτίας εἴδη, πρὸς τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς ἀόρατον πόλεμον, πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας εἰς τέλος ἀντιταξάμενοι, καὶ τὸν μὲν ἐκτὸς ἄνθρωπον τηκόμενοί τε καὶ ἀχρειούμενοι, τὸν δὲ ἐντὸς ἄνθρωπον ἀνανεούμενοι καὶ θεούμενοι, παρ´ οὗ τούτοις Κἐχερίσθη τὰ χαρίσματα τῶν ἰαμάτων. τὰ ἐνεργήματα τῶν δυνάμεων· ὅταν τις ἐπὶ νοῦν λάβῃ ταῦτα, καὶ προσεννοήσῃ ὅτι τὴν φύσιν ὑπερβαίνει τὴν ἡμετέραν, θαυμάζει καὶ διξάζει Θεὸν τὸν τούτοις παρασχόντα τὴν τοσαύτην χάριν καὶ δύναμιν· εἰ γὰρ καὶ τὴν προαίρεσιν ἀγαθὴν καὶ καλλίστην εἶχον, ἀλλὰ χωρὶς τῆς τοῦ Θεοῦ δυνάμεως οὐκ ἀν ἴσχυσαν ὑπὲρ τὴν φύσιν γενέσθαι, καὶ ἐν σώματι ὄντες τὸν ματον καταπαλέσαι πολέμιον Διὰ τοῦτο καὶ ὁ ψαλμῳδὸς Προφήτης εἰπών· «ΘαυἍαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ,» ἐπήγαγεν· «Αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ.» Καὶ σκοπεῖτε μετὰ συνέσεως τῶν προφητικῶν ῥημάτων τὴν δύναμιν· παντὶ μὲν γὰρ, ἦλΑ φησί, τῷ λαῷ αὐτοῦ δίδωσιν ὁ Θεὸς δύναμιν καὶ κραταίωσιν· οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ· θαυμάζεται δὲ ἐν μόνοις τοῖς ἀγίοις αὐτοῦ. Ὥσπερ γὰρ ὁ ἥλιος ἄνωθεν πλουσίως πᾶσιν ἐπίσης ἐπιχεῖ τὰς ἀκτῖνας ὁρῶσι δὲ μόνοι ταύτας οἱ ὀφθαλμοὺς ἔχοντες, καὶ τούτους οὐ μεμυκότας, καθαρῶς δὲ ἀπολαύουσι τῆς αὐγῆς οἱ διὰ καθαρότητα τῶν ὀμμάτων ὀξυωποῦντες, καὶ μὴ διὰ νόσον ἢ ἀχλὺν, ἤτι τοιοῦτον ἐμπεσὸν τοῖς ὄμμασιν ἀμβουωποῦντες· οὕτω καὶ ὁ Θεὸς ἄνωθεν πλουσίαν πᾶσι χορηγεῖ τὴν αὐτοῦ βοήθειαν· αὐτὸς γάρ ἐστιν ἡ ἀεννάως βρύουσα τοῦ ἐλέους καὶ τῆς ἀγαθότητος σωστικὴ καὶ φωτιστικὴ πηγή. Ἀπολαύουσι δὲ τῆς ἐκεῖθεν χάριτος καὶ δυνάμεως πρὸς τὴν τῆς ἀρετῆς ἐνέργειαν καὶ τελείωσιν, ἢ καὶ τὴν τῶν θαυμάτων ἐπίδειξιν, οὐχ ἁπλῶς ἂπαντες, ἀλλ´ οἱ προαίρεσιν ἀγαθὴν κεκτημένοι, καὶ δι´ ἔργων τὴν πρὸς τὸν Θεὸν ἀγάπην καὶ πίστιν ἐπιδεικνύμενοι· καὶ τὰ μὲν φαῦλα τελείως ἀποστρεφόμενοι, τῶν δὲ τοῦ Θεοῦ προσταγμάτων ἀσφαλῶς ἀντεχόμενοι, καὶ τὸ τῆς διανοίας ὄμμα πρὸς αὐτὸν ἀνατείνοντες τὸν τῆς δικαιοσύνης ἤλιον Χριστόν· ὃς οὐ μόνον ἀοράτως χεῖρα βοηθείας ἄνωθεν προτείνει τοῖς ἀγωνιζομένοις, ἀλλὰ καὶ διὰ τοῦ Εὐαγγελίου προτρεπόμενος αἰσθητῶς ἡμῖν σήμερον διαλέγεται· «Πᾶς γὰρ, φησὶν, ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Ὁρᾶτε ὅτι οὔτε ἡμεῖς δυνάμεθα παῤῥησιάσασθαι τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν ὁμολογίαν ἄνευ τῆς παρ´ αὐτοῦ δυνάμεως καὶ συνεργείας, οὕτε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παῤῥησιάσεται ὑπὲρ ἡμῶν ἐν αἰῶνι τῷ μέλλοντι, καὶ συστήσει καὶ οἰκειώσει τῷ ἀνωτάτω Πατρὶ, ἄνε τοῦ λαβεῖν ἀφ´ ἡμῶν τὰς ἀσορμάς; Γοῦτο γὰρ δηλῶν οὐκ εἰπε· Πᾶς ὃς ἂν ὁ λογήσῃ με ἔμπροσθεν τῶν ανθρώπων, ἀλλὰ, πᾶς δς

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
