# Homiliae 169

Gregorius Palamas, Homiliae, 169. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/169
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/169

ἂν ὁμολογήσῃ ἐν ἐμοί· ὡς ἐν ἐκείνῳ, καὶ διὰ τῆς ἀκείνου βοηθείας δυνάμενος παῤῤησιάσασθαι τὴν εὐσέβειαν. Οὕτω πάλιν· Ὁμολογήσω κἀγὼ, καὶ οὐκ εἶπεν, αὐτὸν, ἀλλ´, ἐν αὐτῷ, τουτέστι διὰ τῆς τοῦ ὁμολογοῦντος ἀγαθῆς ἐνστάσεως καὶ καρτερίας, ἢν ἐνεδείξατο ὑπὲρ τῆς εὐσεβείας, Ὅρα γὰρ τί φησιν ἐφεξῆς ἐπὶ τῶν μαλακισθέντων καὶ προδόντων τὴν εὐσέβειαν· «Ὅστις δ´ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Οὐκ εἶπεν ἐνταῦθα, Ὅστις ἀρνήσεται ἐν ἐμοί· διατί· Ὅτι ἔρημος γενόμενος τῆς παρὰ τοῦ Θεοῦ βοηθείας ἀρνεῖται τὸν Θεὸν ὁ ἀρνούμενος. Διατί δὲ ἐγκατελείφθη καὶ ἔρημος ἐγένετο Θεοῦ; Ἐπειδὴ φθάσος αὐτὸς ἐγκατέλιπεν αὐτὸν ἀγαπήσας τὰ πρόσκαι α καὶ γήῖνα πλέον τῶν παρὰ τοῦ Θεοῦ ἐπηγγελμένων οὐρανίων καὶ αἰωνίων ἀγαθῶν. Οὕτω πάλιν καὶ ὁ Χριστὸς ἀρνήσεται οὐκ, ἐν αὐτῷ, ἀλλ´ αὐτὸν, ὡς ἐν αὐτῷ μηδὲν εὐρὼν, ᾠ χρήσασθαι ἦν ὑπὲρ αὐτοῦ, Ἐπεὶ δὲ καὶ ὁ ἔχων τὴν κατὰ Θεὸν ἀγάπην ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ· καθάπερ ὁ ἡγαπημένος τῷ Χριστῷ Θολόγος φησίν, ὡς τοῦ Θεοῦ μένοντος ἐν τῷ ἀγαπῶντι αὐτὸν, ποιεῖται τὴν ὁμολογίαν εἰκότως ἐν τῷ Θεῷ ὁ ἀγαπῶν ἐν ἀληθείᾳ τὸν ξζʹ ἂν.. εν κμοσφρσῃ ἐν ἐμοί, ὀμοσφήαω κάγὼ ἐν αὐεῶι» τὴν τοῦ ρειῦπσρὸς τοῦσομολογοῦν. τας ἀδιάσπαστον συνάφειαν δηλοῖ. ἧς ἀφέστηκε μακρὰν ὁ ἀρνούμενος. Οὕτως αἱ θεῖαι ἀντιδόσεις μεθ´ ἑαυτῶν ἔχουσι τὴν θείαν δικαιοσύνην, ἐξ ὁμοιώσεως καταλλήλως ἀντεπαγόμεναι. ΙΔ Ἡ μὲν οὐν ὁμοιότης τῶν παρὰ Θεοῦ βραβείων πρὸς τὰ παρί ἡμων αὐτῷ προσφερόμενα τοιαύτη καὶ οὕτως ἔχουσα. Σκοπεῖτε δὲ καὶ τὴν καθ´ ὑπεροχὴν διαφορὰν τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ὅσῃ πρὸς τοὺς ἐν αὐτῷ τοῦτον ὁμολογήσαντας, Ἔκαστος γὰρ τῶν ἁγίων, Θεοῦ δοῦλος ὢν, ἐπαῤῥησιάσατο τὴν ῥμολογίαν ἐν τῷ προσκαίρῳ τούτῳ βίῳ, καὶ ἐνώπιον θνητῶν ἀνθρώπων, μᾶλλον δὲ ἐπὶ καιροῦ βραχέος τοῆ αἰῶνος τούτου, καὶ ἐπ´ ὀλίγων οἵων ἔφημεν ἀνθρώπων. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, Θεὸς δνν καὶ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, παὸῥησιά. σεται ὑπὲρ αὐτῶν ἐν τῷ ἀιδίῳ καὶ ἀκαταλύτῳ ἐκείνῳ κόσμῳ ἐνώπιον τοῦ Θεοῦ καὶ Πατρὸς, περιεστηκότν τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, πασῶν τῶν οὐρανίων δυνάμεων, παρόντων τῶν ἀπὸ Ἀδὰμ μέχρο συντελείας ἀνθρώπων πάντων· πάντες γὰρ ἀναστήσονται καὶ παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ. Καὶ τότε πάντων παρόντων, πάντων ὁρώντων, ἀνακηρύξει καὶ δοξάσει καὶ στεφανώσει τοὺς μέχρι τέλους τὴν εἰς αὐτὸν πίστιν ἐπιδειξαμένους. Τί δεῖ πειρᾶσθαι δεικνύναι τοὺς ὑπερφυεῖς ἐκείνους στεφάνους, τὴν ὑπερβολὴν τῶν μελλουσῶν ἐκείνων ἀμοιβῶν, ἃς οὔτε ὀφθαλμὸς, οἷος ὁ ἡμέτερος, ἰδεῖν δύνασαι αὖτε οὖς ἀκοῦσαι. οὔτε καρδία διανοήσασθαι· Ἀλλὰ καὶ τὰ νῦν οἷα καὶ τὰ ὁρώμενα, τίς λόγος ἀξίως ἐξείποι τὴν ἐν ταῖς σοροῖς τῶν ἀγίων καὶ σοῖς λειψάνοις τῶν ὀστῶν παρὰ Θεοῦ δόξαν, τῶ παντὶ χρόνῳ συμπαρατεινομένην, τὴν ἀνα ἰδομένην ἐκ τούτων ἱερὰν εὐωδίαν, τὰ πηγάζοντα μύρα, τὰ χαρίσματα

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
