# Homiliae 17

Gregorius Palamas, Homiliae, 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/17

προσέχουσι· τὴν μὲν γὰρ ὑπὲρ ἀφέσεως ἀμαρτημάτων προσευχήν τε καὶ δέησιν ἀνύσιμον μὲν ποιεῖ μετὰ τὴν ἀποχὴν τῶν κακῶν ἡ πίστις καὶ ἡ κατάνυξις, ἀνήνυτον δὲ ἡ ἀπόγνωσις καὶ ἡ πώρωσις. Τὴν δὲ ὑπὲρ ὧν εὖ παρὰ Θεοῦ πεπόνθαμεν εὐχαριστίαν εὐπρόσδεκτον μὲν ἡ ταπείνωσις ποιεῖ, καὶ τὸ μὴ κατεπαίρεσθαι τῶν οὐκ ἐχόντων, ἀπρόσδεκτον δὲ ἡ ἐπὶ τούτοις ἔπαρσις, ὡς οἰκείᾳ σπουδῇ καὶ γνώσει προσγινομένοις, καὶ ἡ πρὸς τοὺς μὴ κεκτημένους κατάκρισις. Ἅπερ ἄμφωνοσῶν, ὀ Φαρισαῖος, παρὰ´ ἑαυτοῦ καὶ τῶν οἰκείων λόγων ἐλέγχεται· ἀναβὰς γὰρ εἰς τὸ ἱερὸν, εὐχαριστήσων, οὐ δεησόμενος, ἔπαρσιν καὶ κατάκρισιν ἀφρόνως τε καὶ ἀθλίως τῇ πρὸς Θεὸν εὐχαριστίᾳ κατέμιξε. «Σταθεὶς γὰρ φησὶν, οὗτος πρὸς ἐαυτὸν ταῦτα ποοσηύχετο· Ὁ Θεος, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί.» Τὸ στῆναι τὸν Φαρισαῖον οὐ τὴν δουλικὴν παράστασιν, ἀλλὰ τὴν ἀπηρυθριασμένην ἀνάτασιν δηλοῖ, τὴν ἀντικειμένην τῷ μηδὲ τοὺς ὀφθαλμοὺς θαῤῥοῦντι πρὸς οὐρανὸν ὑπὸ ταπεινώσεως ἆραι. Εἰκότως δὲ πρὸς ἑαυτὸν ὃ Φαρισαῖος προσηύχετο· οὐ γὰρ ἀνέβαινε πρὸς τὸν Θεὸν, εἰ καὶ οὐκ ἐλάνθανε τὸν καθήμενον ἐπὶ τῶν Χερουβὶμ, καὶ ἐπιβλέποντα τὰ ἔσχατα τῶν ἀβύσσων. Ἡ αὐτοῦ τοιαύτη προσευχή· Εὐχαριστῶ σοι γὰρ, εἰπὼν, οὐκ ἐπήνεγκεν, ὅτι δωρεὰν, ὡς ἀσθενῆ πρὸς ἀντιπαράταξιν, ἐλεήσας ἔδωκάς μοι τὴν ἁπὸ τῶν τοῦ πονηροῦ παγίδων ἐλευθερίαν· ἀνδρεῖον γάρ ἐστι κατὰ ψυχὴν, ἀδελφοί, τὸ κρατηθέντα ταῖς τοῦ ἐχθροῦ πάγαις, καὶ περιπασόντα τοῖς βρόχοις τῆς ἀμαρτίας, δυνηθῆναι τῇ μετανοίᾳ διαφυγεῖν. Διὰ τοῦτο προνοίᾳ μείζονι τὰ καθ´ ἡμᾶς διευθύνεται, καὶ πολλάκις μικρὸν ἡ μὴ δὲν σπουδάσαντες, πολλῶν καὶ μεγάλων παθῶν ἀνώτεροι σὐν Θεῷ διεμείναμεν, συμπαθῶς κουφισθέντες διὰ τὴν ἡμετέραν ἀσθένειαν· καὶ δεῖ τῆς δωρεᾶς ἐπιγνώμονας ἡμᾶς εἶναι, καὶ ταπεινοῦσθαι τοῦ παρασχόντος ἐνώπιον, ἀλλὰ μὴ ἐπαίρεσθαι. Ὁ δὲ Φαρισαῖος, Εὐχαριστῶ σοι, φησὶν, ὁ Θεός· οὐχ ὅτι ἔλαβον βοήθειάν τινα παρὰ σοῦ, ἀλλ´ ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων· ὡς ἂν οἵκοθεν καὶ παρὰ´ ἑαυτοῦ, καὶ ἐξ οἰκείας ἔχων δυνάμεως τὸ μὴ εἶναι ἅρπαξ, καὶ μοιχὸς καὶ ἄδικος, εἴπερ ἄρα οὐκ ἦν· οὐ γὰρ προσεῖχεν ἑαυτῷ, ἵνα δίκαιος εἴη πιστεύεσθαι περὶ ἐαυτοῦ λέγων, ἀλλὰ πάντας μᾶλλον ἔβλεπεν ἢ ἑαυτὸν, καὶ πάντας, ὢ τῆς ἀπονοέας! ἐξουδενῶν, ἕνα μόνον ὤετο δίκαιον εἶναι καὶ σώφρονα, ἑαυτόν· «Οὐκ εἰμὶ γὰρ, φησίν, ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ Τελώνης» Τῆς ἀνοίας, εἶπεν ἄν τις πρὸς αὐτόν· καὶ εἰ πλὴν σοῦ πάντες ἄδικοί τε καὶ ἄρπαγες, τίς ὁ τὴν ἁρπαγὴν καὶ τὴν κάκωσιν ὑφιστάμενος; τί δὲ καὶ ὁ Τελώνης οὐτος; καὶ ἡ τούτου κατ´ ἐξοχὴν προσθήκη; οὐχ εἰς ὤν ἁπάντων μετὰ τῶν λοιπῶν καὶ οὗτος τῇ παρὰ σοῦ κοινῆς καὶ ὡς εἰπεῖν οἰκουμενικῇ κατακρίσει συμπεριείληπται; ἢ διπλασίας ἔδει τούτῳ τῆς καταδίκης, ὡς ὑπὸ τοὺς ὡαρισαϊκοὺς σοὺς ὀφθαλμοὺς, εἰ καὶ μακρὰν ἑστῶἄδικον

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
