# Homiliae 173

Gregorius Palamas, Homiliae, 173. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/173
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/173

δολιότητας· καθήμενος κατὰ τοῦ ἀδελφοῦ Κσου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.» Οὐ δέχεται ὄμνον ἀδελφοί, ἀπὸ τοιούτων στομάτων οὔτε ὁ Θεὸς, οὕτε οἱ τοῦ Θεοῦ ἅγιοι· εἰ γὰρ ἕκαστος ἡμῶν τὴν ἑαυτοῦ χεῖρα κόπρου ἀψαμένην, οὐ δέχεται προσενεγκεῖν αὐτῷ τε πρὸς χρείαν, ἂν μὴ πρότερον αὐτὴν ἐκπλύνῃ, πῶς ὁ Θεὸς δέξεται τὰ ἀπὸ σώματος καὶ στόματος ἀκαθάρτου προσφερόμενα, ἂν μὴ πρότερον ἑαυτοὺς ἐκκαθάρωμεν; Πολὺ γὰρ τῆς κόπρου ξδελυρωτέρα ἡ ἀμαρτία, ὁ δόλος, τὸ ψεῦδος, ὁ φθόνος, τὸ μῖσος. ἡ πλεονεξία, ἡ προδοσία, τὰ αἰσχρὰ διανοήματά τε καὶ ῥήματα καὶ αἱ τούτοις ἐπακολουθοῦσαι μιαραὶ πράξεις. Ἀλλὰ πῶς ὁ τούτοις περιπεσὼν πάλιν καθαίρεται; διὰ τῆς μετανοίας, διὰ τῆς ἐξομολογήσεως, διὰ τῆς ἀγαθοεργίας, διὰ τῆς ἐκτενοῦς πρὸς τὸν Θεὸν δεήσεως. Ὃταν τοίνυν ἐν ταῖς ἑορταζομεναις τῶν ἁγίων μνήμαις ἀπὸ τῶν τεχνῶν ἡμῶν καὶ τῶν ἐπιτηδευμάτων ἕκαστος σχολάζωμεν, τοῦτο ἡμῶν ἔστω μελέτημα, πῶς ἵνα ἀποστῶμεν καὶ ἐλεύθεροι γενώμεθα τῶν ὧν ἕκαστος περιέπεσεν ἁμαρτιῶν καὶ μολυσμῶν. Εἰ δὲ καὶ τότε παίζομεν κατὰ τῶν ἡμετέρων αὐτῶν ψυχῶν καὶ ἀδιαφοροῦμεν καὶ μεθύομεν, πῶς] ἄναγνον ποιοῦντες τὴν ἡμέραν ἑορτάζειν τοὺς ἁγίους λέγομεν; Ἀλλὰ μὴ οὑτως ἑορτάζωμεν, ἀδελφοὶ, παρακαλῶ, ἀλλὰ παραστήσωμεν καὶ ἡμεῖς σώματά τε καὶ ψυχάς εὐαρέστους τῷ Θεῷ, κατὰ´ αὐτὰς γοῦν τὰς ἑορτίους ἡμέρας, ἵνα πρεσβείαις τῶν ἁγίων μέτοχοι καὶ αὐτοὶ γενώμεθα τῆς πανηγύρεως καὶ εὐφροσύνης ἐκείνης τῆς ἀπεράντου· ἦς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει δόξα σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΚϚΣʹ. Ἐκφωνηθεῖσαἐν τῷ καιρῷ τὸῦ θέρους ἐν ᾗ καὶ περὶ πνευματικοῦ θέρους. Ὁ τῶν ἀπάντων ποιητὴς καὶ Δεσπότης πάντα ἐκ μὴ ὄντων ποιήσας δι´ ἀγαθότητα, μετὰ πάντα, κατὰ τὸ περιὸν αὐτῷ τῆς δυνάμεως, καὶ τὸν ἄφατον καὶ ἀπερινόητον πλοῦτον τῆς αὐτοῦ σοφίας τε καὶ χρηστότητος, τὸν ἄνθρωπον ἀπειργάσατο παραδόξως, εἰς ἓν καὶ βραχὺ πλάσμα συναθροίσας, καὶ οἷον συγκεφαλαιωσάμενος τὴν ἅπασαν κτίσιν. Διὸ καὶ ὕστατον τοῦτον ἐδημιούργησε, τῶν κόσμων ἀμφοτέρων ἐχόμενον, καὶ ἀμφοτέρους ἐπικοσμοῦντα τοὺς κόσμους, τὸν ὁρατὸν τοῦτον λέγω καὶ τὸν ἀόρατον· νοῦν γὰρ καὶ αἴσθησιν ἑαυτῷ συνῆψεν ὁῤῥήτως, μέσοις οἷον συνδέσμοις γνησιωτάτοις χρησάμενος φαντασίᾳ καὶ δόξῃ καὶ διανοίᾳ, καὶ οὕτω τὸ αὐτὸ πεποίηκε ζῶον νοερὸν καὶ ὁρώμενον, ὡσπερ καὶ τὸν ἕ ἀεικίνητον οὐρανὸν διὰ τῶν μεταξὺ τῇ ἀκνήτῳ συνῆψε γῆ· καὶ τὸν αὐτὸν πεποίηκε κόσμον ἐστῶτα ἀεὶ καὶ κινούμενον· ὡς γὰρ ἐνὸς τεχνίτου τῷ τρόπῳ τῆς κατασκευῆς ἄνθρωπός τε καὶ κόσμος, οὑτως πολλὴν ἔχουσι πρὸς ἄλληλα τὴν συγγένειαν· ΙΟΜΙΛΙΔ ΣΑΝΙ.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
