# Homiliae 18.1-19

Gregorius Palamas, Homiliae, 18.1 to 18.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/18.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/18.1

ᾔδεις ὄντα, μοιχὸν δὲ πόθεν; ἢ οὲ τοῦτον ἀδικεῖν ἀνεύθυνον, ἐπειδήπερ οὗτος ἅλλους ἠδίκει Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλ´ οὗτος μὲν φέρων ἐν ταπεινῷ τῷ φρονήματι τὴν Χ σήν ὑπερήφανον κατηγορίαν, καὶ τῷ Θεῷ προσφέρων σὺν αὐτομεμψίᾳ τὴν ἱκεσίαν, ἀφεθήσεται παρ´ αὐτοῦ δικαίως τῆς ὑπὲρ ὦν αὐτὸς ἠδίκησε καταδίκης· σὺ δὲ καταδικασθήσῃ δικαίως, ὑπερηφάνως ἐκείνου τε καὶ πάντων ἀνθρώπων κατηγορῶν, καὶ μόνον ἁπάντων σεαυτὸν δικαιῶν. Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί. Ταῦτα τὰ ῥήματα καὶ τὴν πρὸς τὸν Θεῷ καὶ τὴν πρὸς πάντας ἀνθρώπους ὑπεροψίαν τοῦ Φαριααίου παρίστησι· πρὸς δὲ καὶ τὸ κατεύευσμένον τῆς αὐτοῦ συνειδήσεως· τούς τε γὰρ ἀνθρώπους κοινῇ πάντας ἐξουδενεῖ φανερῶς, καὶ τὴν τῶν κακῶν ἀποχὴν οὐ τῇ τοῦ Θεοῦ, ἀλλὰ τῇ καθ´ ἑαυτὸν δυνάμει προσμαρτυρεῖ. Εἰ δὲ εὐχαριστεῖν φησιν, ἀλλὰ τάχα διὰ τοῦτο, καὶ πλὴν αὐτοῦ πάντας ἀνθρώπους ἀκολάστους εἶναι νομίζει καὶ ἀδίκους καὶ ἅρπαγας, ὡς μηδενὶ, πλὴν αὐτῷ, ἀξιοῦντος τοῦ Θεοῦ τὴν ἀρετὴν παρασχεῖν. Ἀλλ´ εἰ πάντες οἱ λοιποὶ τοιοῦτοι, τὰ τοῦ Φαρισαίου τούτου προκεῖσθαι τούτοις πᾶσι πρὸς διαρπαγὴν ἐχρῆν. Οὐ φαίνεται δὲ οὐτως· ἐπάγει γὰρ αὐτὸς, ὅτι «Νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὄσα κτῶμαι.» Οὐχ ὅσα κέκτηται φησὶν ἀποδεκατοῦν, ἀλλ´ ὅσα κτᾶται, τὰς προσθήκας καὶ τὰς ἐπαυξήσεις τῆς οἱ καίας περιουσίας διὰ τούτου δηλῶν· οὐκοῦν εἰχε μὲν ἅπερ ἐκέκτητο, προσελάμβανε δὲ ἀνεπηρεάστως ἅπερ ἐδύνατο· πῶς οὖν χωρὶς αὐτοῦ πάντες ἥρπαζον καὶ ἠδίκουν; Οὕτως αὐτέλεγκτόν ἐστι καὶ αὐτεπίβουλον ἡ κακία! οὕτως ἐστὶ συγκεκραμένον ἀεὶ τὸ ψεῦδος τῇ ἀπονοίᾳ! Τὴν μὲν οὖν, ἀποδεκάτωσιν εἰς παράστασιν ἐκ περιουσίας τῆς οἰκείας δικαιοσύνης προήγαγε· πῶς γὰρ ἅρπαξ ἔσται τῶν ἀλλοτρίων ὁ ἀποδεκατῶν τὰ οἰκεῖα; Τὴν δὲ νηστείαν εἰς τὴν τῆς σωφροσύνης ἐπίδειξιν· ποιητικὴ γὰρ ἀγνείας ἡ νηστεία ἐστίν.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
