# Homiliae 186

Gregorius Palamas, Homiliae, 186. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/186
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/186

ὄντως θεοσεβῶν, καὶ οὐχ ὁρῶν μόνον, ἀλλὰ καὶ ἀκούσας αὐτοῦ πρὸς αὐτὸν εἰπόντος· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου ττειν Ἐκκλησίαν·» τοῦτο μαθὼν ὁ ἀρχέκακος αὐτοφθόνῳ κακίᾳ,. καὶ τῷ ἀρχηγέτῃ Πέτρῳ τοῦ τῶν θεοσεβῶν γένους ἐπηρεάζει, ὡς καὶ τῷ ἀρχηγέτῃ τοῦ τῶν ἀνθρώπων γένους Ἀδὰμ ποτέ. Εἰδὼς δὲ τοῦτον συνέσει κεκοσμημένον, καὶ τῇ πρὸς Χριστὸν ἀγάπῃ πεπυρωμένον, ττειν μὲν κατὰ πρόσωπον οὐ θαῤῥεῖ προσβολὴν, ἀλλ´ οἷον ἐκ πλαγίου, καὶ τούτου τοῦ δεξιοῦ, πολλῷ σὺν δόλῳ κλέπτων ττειν παρασκευάζει τοῦτον ὑπὲρ τὸ δέον· καὶ κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους, τοῦ Κυρίου πρὸς τοὺς μαθητὰς εἰπόντος· «Ταύτῃ τῇ νυκτὶ πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί,» αὐτὸς ἀντέλεγεν ἀπειθῶν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἑαυτὸν ὑπερετίθει, λέγων· «Κἂν εἰ πάντες σκανδαλισθήσονται, ἀλλ´ οὐκέγώ·» ἐγκαταλιμπάνεται δὴ μᾶλλον τῶν ἄλλων, ὡς ὑπ´ ἀλαζονείας κλαπεὶς, ἵνα καὶ μᾶλλον τῶν ἄλλων ταπεινωθεὶς, κατὰ καιρὸν ἀναφανῇ λαμπρότερος, οὐχ ὡς ὁ Ἀδὰμ πειρασθεὶς ὁμοῦ τε καὶ νικηθεὶς, καὶ εἰς τέλος κατενεχθείς, ἀλλὰ πειρασθεὶς μὲν καὶ παρασυρεὶς μικρὸν, νικήσας δὲ τὸν πειράζοντα. Πῶς; Τῇ ἑαυτοῦ πάραυτα καταγνώσει καὶ τῇ σφοδρᾷ λύπη καὶ μετανοίᾳ, καὶ τῷ δραστικῷ πρὸς ἱλασμὸν φαρμάκῳ τοῖς δάκρυσι· «Καρδίαν γὰρ, φησὶ, συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει·» καὶ ἡ κατὰ μεὸν λύπη μετάνοιαν ἀμεταμέλητον ἀπεργάζεται πρὸς σωτηρίαν· καὶ ὁ σπείρων ἐν δάκρυσι ττειν ἱκεσίαν ἐν ἀγαλλιάσει θεριεῖ ττειν ἄφεσιν. δοι δ´ ἄν τις αὐτὸν ἐξετάσας οὐ μόνον ττειν ἄρνησιν εἰς ἣν παρεσύρη διὰ τῆς μετανοίας καὶ τοῦ κατωδύνου πένθους ἱκανῶς ἰασάμενον, ἀλλὰ καὶ τὸ πάθος δι´ ὃ μᾶλλον τῶν ἄλλων ἐγκατελείφθη, πρόῤῥιζον τῆς οἰκείας ψυχῆς ἀνασπάσαντα. Καὶ τοῦτο θέλων δεῖξαι τοῖς πᾶσιν ὁ Κύριος, μετὰ τὸ διὰ σαρκὸς ὑπὲρ ἡμῶν αὐτοῦ πάθος, καὶ ττειν ἐκ νεκρῶν τριήμερον ἔγερσιν, ταῖς νῦν ἀνεγνωσμέναις ἐν τῷ Εὐαγγελίῳ φωναῖς πρὸς τὸν Πέτρον ἐχρήσατο, λέγων πρὸς αὐτόν· «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων;» τῶν ἐμῶν δηλονότι μαθητῶν; Τοῦ δὲ ὅρα ττειν ἐπὶ τὸ ταπεινότερον μεταβολήν· ὁ γὰρ καὶ μὴ ἐρωτώμενος πρώην, ὑπερτιθείς τῶν ἄλλων ἑαυτὸν, καὶ λέγων· Κἂν πάντες, ἀλλ´ οὐκ ἐγὼ, νῦν ἐρωτώμενος εἰ πλέον τῶν ἄλλων ἀγαπᾷ, τὸ μὲν ἀγαπᾶν συναινεῖ, τὸ δὲ πλέον ἀφίησι, λέγων· «Ναὶ, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» Τί οὖν ὁ Κύριος; Ἐπειδὴ τοῦτον ἔδειξε μήτε τῆς πρὸς αὐτὸν ἀγάπης ἐκπεσόντα, καὶ ττειν ταπείνωσιν προσλαβόμενον, πληροῖ παῤῥησίᾳ ττειν ἐκ πολλοῦ πρὸς τοῦτον ἐπαγγελίαν, καί φησι πρὸς αὐτόν· «Ποίμαινε. τὰ ἀρνία μου·» ὅταν μὲν γὰρ οἰκοδομὴν καλῇ ττειν τῶν εἰς αὐτὸν πιστευόντων συλλογὴν, θεμέλιον αὐτὸν θήσειν ἐπαγγέλλεται· «Σὺ εἶ, λέγων, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου ττειν Ἐκκλησίαν.» Ὅταν δὲ περὶ ἁλείας ὁ λόγος ᾗ, ἁλιέα τοῦτον ἀνθρώπων ποιεῖ· «Ἀπὸ τοῦ νῦν, λέγων, ἀνθρώπους ἔσῃ ζωγρῶν·» ὅταν δὲ πρόβατα τοὺς ἐαυτοῦ ΠὧΘ ποιῇ, νομέα τὸν Πέτρον ἐφίστησι, «Ποίμαινε,λέγων, τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου.»

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
