# Homiliae 188

Gregorius Palamas, Homiliae, 188. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/188
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/188

καρτερίαν καὶ μετρίως ταραστ σαι δυνήσονται; Ὅς καθημέραν ἦν ἀποθνήσκων, μᾶλλον δὲ ἀεὶ τεθνηκὼς διετέλει, ζῶν αὐτὸς οὐκέτι, καθάπερ αὐτός φησιν, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν. Ὑπὲρ δὲ τῆς ἀγάπης τοῦ Χριστοῦ μὴ μόνον τὰ παρόντα σκύβαλα ἡγήσατο πάντα, ἀλλὰ καὶ τὰ μέλλοντα δεύτερα τίθεται συγκρίνων πρὸς αὐτόν· «Πέπεισμαι γὰρ, φησὶν, ὡς οὕτε θάνατος, οὕτε ζωή, οὔτε ἐνεστῶτα, οὕτε μέλλοντα, οὕτε ὕψωμα, οὔτε βάθος δυνήσεται ἡμᾶς χωρίσαι τὴς ἀγάπης τοῦ ἦζΩ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ» Ζῆλον δὲ εἰχε Θεοῦ, ὡς καὶ ζηλοῦν ἡμᾶς Θεοῦ ζήλῳ. Καὶ τίνι τῶν ἀπάντων, ἢ μόνῳ έτρῳ παραχωρήσει τῶν ἴσων; Τὴν δὲ ταπείνωσιν οἷος, αὐτοῦ πάλιν ἄκουσον περὶ ἑαυτοῦ λέγοντος· «Ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος.» Τί οὖν ἐπειδήπερ αὐτός ἐστι τῳ Πέτρῳ τὴν ὁμολογίαν, τὸν ζῆλον, τὴν ταπείνωσιν, τὴν ἀγάπην, ἆρ´ οὐχὶ καὶ τῶν αὐτῶν ἔτυχεν ἐπάθλων παρὰ τοῦ πάντα ἐν ζυγῷ καὶ μέτρῳ καὶ σταθμῷ τιθέντος δικαιοτάτῳ; Καὶ πῶς ἀν ἔχοι λόγον; Διὰ τοῦτο Πέτρῳ μέν φησι· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου την Ἐκκλησίαν·» περὶ δὲ Παύλου τί φησι πρὸς τὸν Ἀλανίαν· «Σκεῦος οὗτος ἐκλογῆς μοί ἐστι, τοῦ βαστάζαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων.» Ποῖον ὄνομα; πάντως τὸ ἐπικληθὲν ἐφ´ ἡμᾶς, τὴν σοῦ Χριστοῦ Ἐκκλησίαν, ἣν ὡς θεμέλιος ὁ Πέτρος βαστάζει. Ὁρᾶτε ετρου καὶ ἱαύλου τὸ περιφανὲς καὶ ὁμότιμον ὅσον, καὶ ὡς ὑπ´ ἀμφοτέρων ἡ τοῦ Χριστοῦ Ἐκκλησία βαστάζεται; Διὰ τοῦτο καὶ αὕτη ψῦν μίαν καὶ τὴν αὐτὴν ἀμφοτέροις νέμει τιμὴν, ὁμοτίμως ἀλλήλοις συνεορτάζουσα σήμερον. Ἀλλ´ ἡμεῖς ἀναθεωροῦντες τούτων τὴν ἔκβασιν, μιμησώμεθα τὴν ἀναστροφὴν, κἂν εἰμὴ τἄλλα, τὴν γοῦν ἐκ ταπεινώσεως καὶ μετανοίας διόρθωσιν. Τὰ μὲν γὰρ ἀλλα μεγάλα καὶ ὑψηλὰ καὶ μεγάλοις προσηκοντα, καὶ μεγάλοις πρὸς μίμησιν ἥκοντα, ἴσως ἔστιν ἅ καὶ τοῖς πᾶσι τὸ παράπαν ἀμίμητα· ἡ δ´ ἐκ μετανοίας διόρθωσις ἡμῖν μᾶλλον ἢ ἐκείνοις προσἦκεν, ὅσῳ καὶ τῆς ἡμέρας ἐκάστης πολλὰ πταίομεν ἕκαστος, καὶ οὐδαμόθεν ἄλλοθεν ἡμῖν ἐλπὶς σωτηρίας, εἰ μὴ ταύτην διὰ τῆς διηνεκοῦς μετανοίας ἐπισπασόμεθα. Ιροηγεῖται δὲ τῆς μετανοίας ἡ ἐπίγνωσις τῶν οἰκείων πταισμάτων, ἥτις μεγάλη ἐστὶ πρὸς ἱλασμὸν ἀφορμή· «Ἐλέησόν με γὰρ,» φησὶ πρὸς τὸν Θεὸν ὁ ψαλμῳδὸς Προφήτης· «ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω·» διὰ τῆς ἐπιγνώσεως ἔλκων τὸν ἔλεον, καὶ δι´ ἐξαγορεύσεως καὶ τῆς αὐτομεμψίας τελείαν τὴν ἄφεσιν κομιζόμενος. «Εἶπα γὰρ, φησὶν, Ἐξαγορεύσω κατ´ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Τῇ γὰρ ἐπιγνώσει τῶν οἰκείων ἁμαρτημάτων ἕπεται ἡ οἰκεία κατάγνωσις· ταύτῃ δὲ ἡ ἐπὶ τοῖς ἁμαρτήμασι λύπη, ἣν ὁ Παῦλος κατὰ Θεὸν προσηγόρευσε. Τῇ δὲ κατὰ Θεὸν λύπῃ ταύτῃ πέφυκεν ἀκολουθεῖν ἡ μετὰ συντετριμμένης καρδίας πρὸς τὸν Θὸν ἐξαγόρευσίς τε καὶ δέησις, καὶ ἡ ὑπόσχεσις τῆς

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
