# Homiliae 189

Gregorius Palamas, Homiliae, 189. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/189
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/189

ΧΟΜΙΝΙΑ ΧΚΙΣ. Καὶ διὰ τούτου Μανασσῆς μὲν ἐκεῖνος ἐῤῥύσθη τῆς ἐφ´ ἁμαρτήμασι δίκης, καίτοι πλήθει καὶ μεγέθει καὶ βάθει παραπτωμάτων ἐμπεσὼν, καὶ τούτοῖς ἐπὶ πολλὰς ἐνιαυτῶν περιόδους ἐγκαλινδούμενος. Τοῦ δὲ Δαβὶδ οὐ μόνον ἀφεῖλε διὰ τὴν μετάνοιαν ὁ Κύριος τὸ ἁμάρτημα, ἀλλὰ καὶ τὴν προφητικὴν οὐκ ἀφεῖλε χάριν. Ταύτῃ καὶ ὁ Πέτρος χρησάμενος, οὐ μδνον τοῦ πτώματος ἀπανέστη, καὶ τῆς ἀφέσεως ἔτυχεν, ἀλλὰ καὶ τῆσίτοῦ Χριστοῦ Ἐκκλησίας τὴν προστασίαν κεκλήρωται. Ταύτης καὶ τὸν Παῦλον εὑρήσεις ἀντιποιούμενον, καὶ μετὰ τὴν ἐπιστροφὴν καὶ τὴν προκοπὴν, καὶ τὴν πρὸς τὸν Θεὸν ὑπὲρ τοὺς ἄλλους οἰκείωσιν· ἡ γὰρ μετάνοια εἴτερ ἀληθῶς ἐκ καρδίας ἐστὶν, ἀναπείθει τὸν κεκτημένον μηκέτι προστιθέναι ταῖς ἁμαρτίαις, μηκέτε προστετηκέαι τοῖς φθειρομένοις, μηκέτι προσκεχηνέναι ταῖς οὐ καλαῖς ἡδοναῖς, ἀλλὰ χΠ καταφρονεῖν τῶν παρόντων, ἀντέχεσθαι τῶν μελλόντων, ἀγωνίζεσθαι κατὰ τῶν παθῶν, ἀντιποιεῖσθαι τῶν ἁρετῶν, ἐγκρατεύεσθαι πάντα, ἐπαγρυπνεῖν ταῖς πρὸς Θεὸν δεήσεσιν, ἀπέχεσθαι τοῦ ἐξ ἀδικίας κέρδους, Πτω. εἶναι τοῖς αὐτῷ πταίουσι, τοῖς ἱκετεύουσιν εὐμενῆ, τοῖς δεομένοις τῆς παρ´ αὐτοῦ βαηθείας, οἷς ἔχει. λόγοις, ἔργοις, ἀναλώμασιν ἑτοιμότατον, ἐκ ψυχῆς πᾶσιν ἐπικαμπτόμενον, ἵνα τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον κτήσηται, καὶ τῆς πρὸς τὸν πληαίο· ἀγάπης τὴν ἐκ Θεοῦ ἀντιλάβῃ, καὶ πρὸς ἑαυτὸν ἐπισπάσῃ τὴν θείαν εὐμένειαν, καὶ τύχῃ τοῦ αἰωνίου ἐλέους, καὶ τῆς διαιωνιζούσης θείας εὐλογίας καὶ χάριτος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτε τοῦ μονογενοῦς Υἱοῦτοῦ Θεοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι. νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΚΘʹ. Ὑπόθεσιν ἔχουσα τὸν κατὰ τὸν εὐαγγελιστὴν Μἱαγόιῖον ἐν Καπερναούμ ἰαθέντα παράλυτον· έν ᾗ καὶ περὶ τῆς κατὰ Θεὸν λύπης. Μελισσείῳ ἐοικέναι τὴν εὐαγγελικὴν φωνὴν πολλαχόθεν ἔστι μαθεῖν· τοῦ μὲν γὰρ νοητοῦ τῶν ψυχῶν κυμφίου, τοῦ κάλλει ὡραίου παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ λάρυγξ, κατὰ τὸ ἐν ἄσματι γεγραμμένον, γλυκασμός ἐστι καὶ ὅλος ἐπιθυμία. Πρὸς δὲ τὴν νυμφευθεῖσαν τούτῳ ψυχὴν διὰ τοῦ τῆς σοφίας καὶ τῆς ἀφθαρσίας πνεύματος ὁ αὐτὸς πματογράφος φησί· αΚηρίον ἀποστάζουσι χείλη σω νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσαάν σου,» Τοιιοῶτοι δὲ πάντως οἱ εὐαγγελισταὶ πάντες, ὧν ὁ λόγος ἀναλογοῦσαν μὲν κηρίῳ φέρει τὴν ἱστορίαν, μέλιτι δὲ καὶ γάλακτι τὴν ἐναποκειμένην, ἢ καὶ φανερῶς προκειμένην ἠθικωτέραν διάνοιαν, κατάλληλον οὖααν οὐ τοῖς τελείοις μόνον, ἀλλ´ ἔστιν ὥκαὶ τοῖς ἀτελέσιν ὡς γάλα πνευματικόν. Στάζειν ἀὲ εἶπεν, ἀλλ´ οὐ πηγάζειν δαψιλῶς τὰ τῆς πνευματικῆς νύμφης χείλη, πρὸς τὸν ἀπερίληπτον ὄυθὸν

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
