# Homiliae 19

Gregorius Palamas, Homiliae, 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/19

τούτου συγκεκραμένην; ἀναβὰς γὰρ εἰς τὸ ἱερὸν ὑπὲρ τῆς τῶν οἰκείων ἁμαρτημάτων ἀφέσεως δεησόμενος, καλὰς ἐπηγάγετο μεθ´ ἑαυτοῦ τὰς μεσιτευούσας πρὸς τὸν Θεὸν, τὴν ἀκαταίσχυντον πίστιν, τὴν ἀκατάκριτον αὐτομεμψίαν, τὴν μὴ ἐξουδενωμένην συντριβήν τῆς καρδίας, τὴν ὑψοῦσαν ταπείνωσιν. Συνῆψε δὲ καὶ τῇ προσευχῇ τὴν προσοχὴν ἄριστα. Μακρόθεν γὰρ, φησὶν, ἐστὼς ὁ Τελώνης οὗτος· οὐκ εἶπε σταθεὶς ὡς ἐπὶ τοῦ Φαρισαίου, ἀλλ´ ἑστώς· τὴν ἐπὶ πολὺ παράτασιν τῆς στάσεως διὰ ἴτούτου δηλῶν, ὁμοῦ δὲ καὶ τὸ ἐπίμονον τῆς δεήσεως καὶ πῶν ὓαστηρίων ῥημάτων· μηδὲν γὰρ ἕτερον μήτε προτιθεὶς, μήτε διανοούμενος, ἐαυτῷ μόνῳ προσεῖχε καὶ τῷ Θεῷ, αὐτὴν ἐφ´ ἑαυτὴν στρέφων καὶ πολυπλασιάζων μόνην τὴν μονολόγιστον δέησιν, ὅπερ ἀνυσιμώτατόν ἑστι προσευχῆς εἶδος. Ιιν παπε, αἱι, α οξο ΡΙοαηαε ποεὺι Β Μακρόθεν οὖν, φησὶν, ὁ Τελώνης ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἆραι. Αὗτη ἡ. στάσις καὶ στάσις ἦν ὁμοῦ καὶ ὑπόπτωσις, καὶ οὐκ εὐτελοῦς δούλου μόνον, ἀλλὰ καὶ καταδίκου παράστασις. Ἐμφαίνει δὲ καὶ τὴν ἀφειμένην τῆς ἁμαρτίας ψυχὴν, μακρὰν μὲν οὗσαν Κτι Θεοῦ, δια τὸ μήπω τὴν δι´ ἔργων ἔχειν πρὸς αὐτὸν παῤῥησίαν, ἐγγίζειν δὲ προσδόκιμον οὖσαν Θεῷ, διὰ τὴν ἀποχὴν τῶν κακῶν, καὶ τὴν ἀγαθὴν ἤδη πρόθεσιν. Οὕτως οὖν μακρόθεν ὁ Τελώνης ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἆραι, τῷ τρόπῳ καὶ τῷ σχήματι τὴν οἰκείαν κατάγνωσιν καὶ αὐτομεμψίαν ἐπιδεικνύμενος· ἀνάξιον γὰρ ἑαυτὸν ἡγεῖτο καὶ τοῦ οὐρανοῦ καὶ τοῦ κατὰ τὴν γῆν ἱεροῦ. Διὸ τοῦ μὲν ἐπὶ τῶν προθύρων εἰστήκει, πρὸς δὲ τὸν οὐρανὸν οὐδὲ ἀτενίζειν ἐτόλμα, πόσῳ μᾶλλον πρὸς τὸν τοῦ οὐρανοῦ Θεόν; Ἀλλ´ ὑπὸ τῆς σφοδρᾶς κατανύξεως τύπτων τὸ ἑαυτοῦ στῆθος, καὶ πληγῶν ἑαυτὸν ἄξιον παριστὰς ἐντεῦθεν, βαρυπενθῶν καὶ τοὺς στεναγμοὺς ἀναπέμπων ἐκεῖθεν, καὶ τὴν κεφαλὴν ὡς κατάκριτος κλίνων, ἀμαρτωλὸν ἐκάλει, καὶ τὸν ἱλασμὸν πιστῶς ἐπεζήτει, λέγων· «Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷν· ἐπίστευσε γὰρ τῷ λέγοντι· «Εἰπα, Ἐξαγορεύσω κατ´ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Τί δὴ τὸ ἐπὶ τούτοις; «Κατέβη οὗτος δεδικαιωμένος, φησὶν ὁ Κύριος, ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ὡς γὰρ αὐτόχρημα τῦφός ἐστιν ὁ διάβολος, καὶ ἴδιόν ἐστι τούτω ἡ ὑπερηφάνεια κακὸν, διὸ καὶ νικᾷ καὶ συγκατασπᾷ συμμιγεῖσα πᾶσαν ἀρετὴν ἀνθρωπίνην, οὕτως ἡ πρὸς τὸν Θεὸν ταπείνωσις ἀγγέλων τῶν ἀγαθῶν ἐστιν ἀρετὴ, καὶ νικᾷ πᾶσαν ἀνθρωπίνην κακίαν, ἐπιγενομένην τῷ πταίσαντι· ὄχημα γάρ ἐστιν ἡ ταπείνωσις τῆς πρὸς τὸν Θεὸν ἀναβάσεως, κατὰ τὰς νεφέλας ἐκείνας, αἱ μέλλουσιν ἀνοίσειν πρὸς τὸν Θεὸν τοὺς ἐσομένους εἰς ἀπείρους αἰῶνας μετὰ Θεοῦ, καθάπερ ὁ Ἀπόστολος προεφήτευσεν· «Ἀρπαγησόμεθα γὰρ, φησὶν, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Οἷον γάρ τίς ἐστι νεφέλη καὶ ἡ ταπείνωσις, ὅιὰ μετανοίας συστᾶσα. καὶ τὰς τῶν δακρύων λιβάλας ἐκ τῶν ὁφθαλμῶν ἀφιεῖσα, καὶ τοὺς ἀξίους ἐκ τῶν

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
