# Homiliae 198

Gregorius Palamas, Homiliae, 198. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/198
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/198

λέγειν οὕτω τὸν εὐαγγελιστὴν, ἀφορμὴν διδόντα σοῖ συνετῶς ἀκροωμένοις καὶ ἀναγωγικῶς ἐκδέχεσθαι τὰ ἱστορούμενα· ἴδοι γὰρ ἄν τις ἀκριβῶς ἐπισκοπῶν πᾶσαν τὴν διὰ σαρκὸς δεσποτικὴν οἰκονομίαν, συνεπτυγμένως ὑπογράφουσαν, καὶ σοφῶς καὶ θαυμασίως ἀνακηρύττουσαν τὴν ἱστορίαν ταύτην. Κατοικίαν γὰρ ὁ Κύριος ἔσχεν ἐν Καπερναούμ· «Ἐλθὼν γὰρ, φησί, κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν·» ἡ δὲ αὐτοῦ τηνικαῦτα κατοικία τὸν οὐρανὸν ὑπέγραφε πάντως, ἐν ἑαυτῇ φέ ρουσα τὸν κατοικοῦντα ἐν τοῖς οὐρανοῖς. Διὸ καὶ ὁ Κύριος ἀλλαχοῦ· «Καὶ σὺ, Καπερναοὺμ, φησίν, Κως τοῦ οὐρανοῦ ὑψωθεῖσα.» Ὡς οὖν ἐκ τῆς οἰκίας ἐκείνης, οὕτω διὰ τοῦ σάρκα λαβεῖν ὁ Κύριος ἐξελθὼν ἐξοὐρανοῦ, παράγων ἐκεῖθεν, εἰ μὲν τὴν ἐξ οὐρανοῦ νοήσεις ἔξοδον, τούς τεὶ ἀποστόλους εὑρήσεις ἐκλεξάμενον, καὶ τῆς φύσεως ἡμῶν τὴν πρὸς ἀκαθαρσίαν ῥύσιν ἰασάμενον· εἰ δὲ ἐκ τῆς ἐν τῇ Καπερναοὺμ οἰκίας τοῦτον παράγοντα νοήσεις, εὐρήσεις αὐτὸν τὰ προειρημένα δι´ ἔργων ὑποδείξαντα· τόν τε γὰρ Ματθαῖον εἰς ἀπόστολον ἐκ τελώνου τότε μετεσκεύασε, καὶ τὴν αἱμοῤῥοοῦσαν ἰάσατο ἐν τῷ παράγειν. Ἀλλὰ καὶ μέχρι τῆς θανούσης τοῦ Ἰαείρου παιδὸς ἐλθὼν, καὶ διὰ τοῦ ζωοποιῆσαι τούτην νικητὴν εἶναι τοῦ θανάτου δείξας ἑαυτὸν, ἐπανέρχεται πάλιν ὅθεν ἐξῆλθεν. Ἐπανερχόμενος οὖν, καὶ παράγων αὖθις ἐκεῖθεν, ἀνοίγει τῶν ἀκολουθησάντων τούτων τυφλῶν τὰ ὄμματα, ὀς καὶ μέχρι θανάτου καταβάς αὐτὸς, καὶ δι´ ἀναστάσεως οἰκείας τοῦ θανάτου καταργήσας τὸ κράτος, κπανάγων αὖθις καὶ παράγων ἐκεῖθεν, διήνοιξε κατὰ τὸ γεγραμμένον τὸν νοῦν τῶν αὐτοῦ μαθητῶν τοῦ συνιέναι τὰς Γραφάς. Οἱ δὲ ἐξελθόντες, ἐκήρυξαν αὐτὸν πανταχοῦ τῆς γῆς, ὡς καὶ περὶ τῶν ἀναβλεψάντων νῦν τυφλῶν ὁ εὐαγγελιστής φησιν, ὅτι· α´Ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.» Ὁρᾶτε σαφῆ τὴν ὑπογραφὴν τῆς θεανδρικῆς σχεδὸν οἰκονομίας πάσης ἐν τῇ ἱστορίᾳ ταύτῃ; Διὰ τοῦτο καὶ δίς εἴρηται τὸ, Παράγων ἐκεῖθεν, ἵνα τὴν ἔξοδον καὶ τὴν ἐπάνοδον αὐτοῦ κατανοήσωμεν· κατὰ μίμησιν γὰρ ταύτης τῆς ἐξόδου τε καὶ ἐπανόδου καὶ ὁ ἰερεὺς ἐξιὼν τοῦ θείου βήματος, καὶ μέχρι τῶν ἐσχάτων κατιὼν, ἐπανιὼν πάλιν ὅθεν ἐξῆλθεν ἀποκαθίσταται. Παράγοντι οὖν ἐν τῇ ἐπανόδῳ τῷ Κυρίῳ ἠκολούθησαν αὐτῷ δύο τυφλοί· τοὺς δύο λαοὺς ὑπογράφοντες, τόν τε ἐξ Ἰουδαίων καὶ τὸν ἐξ ἐθνῶν. Ἔκραζον δὲ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ· δεικνύντες αὐτὸν εἶναι τὸν προφητευόμενον καὶ προσδοκώμενον. Ὁ δὲ Κύριος ὁμοῦ καὶ τὴν ὑπογραφὴν τῆς οἰκείας οἰκονομίας πληρῶν, καὶ τῶν τυφλῶν τὴν πίστιν γυμνάζων ἢ καὶ φανερῶν, παρέλκει αὐτοὺς σιγῶν μέχρι τοῦ εἰσελθεῖν εἰς τὴν οἰκίαν, ἀφ´ ἧς ἐξῆλθεν τὴν ἀρχήν. Πο Εἶτα λέγει πρὸς αὐτούς. «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; οἱ δὲ λέγουσιν αὐτῷ· Ναὶ, Κύριε.» Οὐκ ἀγνοῶν δὲ ἐρωτᾷ, ἀλλ´ ἵνα τοῖς ἀγνοοῦσι φανερὰν τὴν τῶν τυφλῶν ποιήσῃ πίστιν. Διὸ καὶ ἀψάμενος τῶν ὀφθαλμῶν αὐτῶν ἐπήγαγε· «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν, καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί·» μαρτυροῦντες

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
