# Homiliae 200

Gregorius Palamas, Homiliae, 200. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/200
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/200

ΠΟΜΙΙ. ΙΑ ΧΛΧ μιλ´ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται·» καὶ, «Ὡς. σησίν, ἐκνόμῳ καυχᾶσαι, διὰ τῆς παροβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις.» Καθάπερ δέ, ἀδελφοὶ, πρὸς τοὺς Ἰουδαίους ἔλεγεν αὐτὸς ὁ Παῦλος, ὅτι· «Περιτομὴ ὡφελεῖ, ἐὰν νόμον πράττῃς· ἐὰν δὲ παραβάτης νόμου ἡς, ἡ) περιτομή σου ἀκροβυστία γέγονεν·» οὕτως οὐδὲν ἀπᾷδον πρὸς ὑμᾶς εἰπεῖν, ὅτι πίστις ὡφελεῖ, ἐὰν κατὰ συνείδησιν πολιτεύηταί τις, καὶ ἀνακαθαίρῃ ἑαυτὸν δι´ ἐξομολογήσεως καὶ μετανοίας, καὶ τὰς συνθήκας, ἂς ἐποιήσατο πρὸς τὸν Θεὸν ἐπὶ τοῦ θείου βαπτίσματος, εἰς ἔργον προάγῃ· ἐὰν δὲ τῇ συνειδήσει ἀπειθῇ, καὶ τὰς συνθήκας ἀθετῇ, ἡ τούτου πίστις ἀπιστία γίνεται· πῶς γὰρ ἐπιστεύσαμεν ὅτι σωθησόμεθα βαπτισθέντες; Πάντως ὅτι τοῦ Κυρίου ἠκούσαμεν εἰπόντος «Ὁ πιστεύσας καὶ βαπτισθείς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται.» Ἐπεὶ τοίνυν ἐκεῖνος ἀμφότερα ταῦτα εἶπεν ἡ αὐτοαλήθεια, τό τε πιατεῦσαι καὶ τὸ βαπτισθῆναι, τῶν ἀδυνάτων ἐστὶ σωθῆναι τὸν μὴ θέλοντα βαπτισθῆναι, κἂν λέγῃ δῆθεν πιστεύειν· καὶ τὸν μὴ πιστεύοντα, κἂν ἐβαπτίσθη. Ἀλλ´ ἐρεῖ πιστεύειν πᾶς ὁ βαπτισθείς· ἀλλ´ ἀκούσει παρὰ τοῦ Ἀποστόλου· «Δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου.» Καὶ ὁ Κύριος γὰρ διὰ τοῦτο τὴν πίστιν τῷ θείῳ βαπτίσματι συντάττει, διὰ τῆς πίστεως τὴν τῶν οἰκείων ἐντολῶν τήρησιν τῷ βαπτίσματι συνάπτων. Πρότερον γὰρ εἰπὼν τοῖς μαθηταῖς,· «Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει·» εἶτ´ ἐπήταγεν· «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται.» Τί οὖν φησιν ἐν τῷ κεκηρυγμένῳ παρὰ τῶν πεμφθέντων Εὐαγγελίῳ, καὶ τί πιστεύειν ἀναγκαίως πρακτέον εἶναι. τοῖς ὑπακούουσι; Πάντως ὅτι ὁ τὰς ἐντολὰς ἔχων τοῦ Χριστοῦ, καὶ πράττων καὶ τηρῶν αὐτὸς. ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν αὐτόν· καὶ, Ὅτι δι´ ὑπομονῆς, καὶ τῆς στενῆς καὶ τεθλιμμένης ζωῆς τῆς σωτηρίας ἐστὶν ἐπιτυχεῖν καὶ,«Ἐἀν μὴ περις σεύσῃ ἡ δικαιοσύνη ἡμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθωμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» σαῦτα γάρ ἐστιν ἅπερ διὰ τοῦ Εὐαγγελίου κηρύττειν αὐτοῖς ἐπήταγεν. Οὐκοῦν ὁ τηρεῖν σπεύδων τὰς θείας ἐντολὰς, ἐκεῖνός ἐστιν ὁ πιστεύων· ὁ δὲ μὴ σπεύδων πράττειν καὶ τηρεῖν, μηδὲ ζημίαν ἡγούμενος τὸ μὴ τηρεῖν, μηδὲ διὰ μετανοίας ἐαυτὸν ἐπανάγων πρὸς τὴν τῶν θείων ἐντολῶν τήρησιν, οὐδὲ μετὰ τῶν βεβαπτισμένων στήσεται, κἂν λέγῃ βεβαπτίσίαι· «Διχοτομήσει γὰρ, φησὶν, αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ των ἀπίστων θήσει.» Ἀλλὰ τοῦτο μὲν πρὸς ἡμᾶς ἐν ἀπειλαῖς ἔτι. κεῖται, φιλανθρώπως τοῦ δεσπότου τὴν ἡμετέραν μετάνοιαν ἐκδεχομένου· τοὺς δὲ Ἰουαίους πρὸς σωφρονισμὸν ἡμέτερον ἐντεῦθεν ἐδιχοτομησε, καὶ τῆς πρὸς ἑαυτὸν καὶ τὸν Ἀβραὰμ συγγενείας ἀπηλλοτρίωσε, πρὸς αὐτοὺς λέγων· «Υμεῖς ἐκ τοῦ πατρὸς ὁμῶν τοῦ διαβόλου ἐστέ, καὶ τὰς επιθυμίας αὐτοῦ θέλετε ποιεῖν.» Καὶ πάλιν· «Εὲ τέκνα τοῦ Ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραάμ ἐποιεῖτε ἄν.» Ὅτι δὲ ἐκ γένους Ἀβρααμ ἠσαν οὖτοι, τίς οὐκ οἰοεν; Εἰ γοῦν ἡ των ἔργων τε καὶ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
