# Homiliae 204

Gregorius Palamas, Homiliae, 204. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/204
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/204

καὶ ζημίαις καὶ ὕβρεσι καὶ συκοφαντίαις καὶ πάθεσι, τοῦ λέγοντος ἀκούοντες· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ πενθοῦντες ὅτι αὐτοὶ παρακληθήσονται· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,» καὶ ὅσα τῶν ἑξῆς. Ἀλλὰ τίνος ἕνεκεν, εἰπών ὁ Κύριος; Μακάριοι οἱ πτωχοί, προσέθηκε, τῷ πνεύματι; Ἵνα τῆς ἀθλίας τὴν μακαρίαν ἦ διέλῃ πτωχείαν, καὶ ἵνα πᾶσαν ὡς ἐν ὀλίγῳ μεμακαρισμένην πτωχείαν συμπεριλάβῃ, καὶ πρὸς τούτοις, ἴνα τὸ αἴτιον τῆς μακαριότητος ἡμῖν ἐπιδείξῃ. Πρωτοπαθὲς γὰρ ὃν τὸ καθ´ ἡμᾶς πνεῦμα, καλῶς μὲν ἔχον καὶ θερφιλῶς μακαρίους ἡμᾶς ποιεῖ· κακῶς δὲ καὶ θεομισῶς διακείμενον ἀθλίους ἀποκαθίστησι· καὶ διὰ τοῦτο ὁ Κύριος ἀπὸ τούτου τὴν ἀρχὴν τῶν μακαρισμῶν ἐποιήσατο. Τρεῖς δέ εἰσι πτωχεῖαι, μία μὲν ἡ κατὰ τὸν βίον ἑκάστου καὶ τὴν περιουσίαν, ἥτις ἐστὶν ἡ στένωσις τῶν πρὸς τὸ ζῇν ἀναγκαίων, ᾗ ἐναντιώτατόν ἐστιν ὁ πλοῦτος, κατὰ τὸν εἰπόντα· Πλοῦτον καὶ πενίαν μή μοι δός. Ἐτέρα ἐστὶ πτωχεία ἡ κατὰ τὸ οἰκεῖον ἑκάστου σῶμα, ὅταν ὑπὸ λιτῆς ἄγαν διαίτης καὶ ὀλιγοτροφίας ὑπάρχῃ κατεσκλημένον, κατὰ τὸν εἰπόντα· «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι´ ἔλαιον.» Ἐτέρα ἐστὶ πτωχεία τὸ μετριάζον καὶ συνεσταλμένον τοῦ φρονήματος τῆς ψυχῆς, ὅπερ ἐστὶν ἡ τοῦ καθ´ ἡμᾶς πνεύματος τῆς ψυχῆς ταπείνωσις, ᾗ ἐναντίον ἡ ὑπερηφανία. Ἐκεῖναι τοίνυν, ἡ τοῦ βίου λέγω, καὶ τοῦ σώματος πτωχεία, ἐὰν μὲν συνημμέναι ὧσι τῷ ταπεινῷ τῆς ψυχῆς φρονήματι, μακαριότητος εἰσιν ἄξιαι· εἰ δὲ διεζευγμέναι τῆς ταπεινώσεως μεθ´ ὑπερηφανίας εἰσιν. ἀθλιότητος ὄντως εἰσὶ μεσταί. Ἡ γὰρ ἑκουσίως τις ὑπάρχει κατὰ τὸν βίον, ἢ κατὰ τὸ σῶμα πτωχὸς, ἢ ἀκουσίως· ἂν οὖν ἀκουσίως ᾗ τις πτωχὸς, οὐκ ἔχει δὲ τὴν ἐκ μετανοίας τῇ ψυχῇ προσγινομένην ἀγαθὴν διάθεσιν, τὴν ταπείνωσιν, οὐ φέρει γενναίως τὴν ἀκουσίως προσοῦσαν αὐτῷ πτωχείαν, ἀλλὰ καὶ κατὰ Θεοῦ γογγύζει, τῆς δικαιοτάτης αὐτοῦ προνοίας ὡς μὴ τοιαύτης οὕσης καταφερόμενος· καὶ τοῖς ἀνθρώποις πολυτρόπως ἐπηρεάζει, μὴ πρὸς Θεὸν βλέπων, ἐφ´ ὃν οὐδεὶς ἐλπίσας κατῃσχύνθη ποτέ· οὐδὲ τὰς δαπάνας συστέλλων, καὶ ταῖς χερσὶ τὸ ζῇν ποριζόμενος, ἢ προσαιτῶν παρὰ τῶν εὐπορούντων σὐν ταπεινώσει· ἀλλ´ ἢ κλέπτης, λωποδύτης, τυμβωρύχος, ἅρπαξ γινόμενος· ἢ παράσιτος, συκοφάντης, ψεύστης, ὑποκριτὴς, ἀγενῆ καὶ δουλοπρεπῆ κολακείας ὑπερχόμενος πρὸς τοὺς ἔχοντας, ἐπὶ προσδοκίᾳ τοῦ λαβεῖν τινα πορισμὸν παρ´ αὐτῶν, Ἀρ´ οὐκ ἀθλιώτατός ἐστιν ὁ τοιοῦτος πτωχός; μᾶλλον δὲ οἱ τοιοῦτοι, καὶ τῶν ὑπὸ τοῦ Χριστοῦ μακαριζομένων ἀλλοτριώτατοι; Εἰ δέ τις εὑρεθείη πτωχεύων ἑκουσίως μὲν, φυσιώσει δέ τινι μᾶλλον, ἀλλ´ οὐ σὐν ταπεινώσει τοῦτο πράττων, μηδὲ διὰ τὴν ἐπαινετὴν πτωχείαν του πνευματος, τὴν τρυφὴν καὶ τὸν πλοῦτον ἀποποιούμενος, καὶ οὗτος μικροῦ παραπλήσιος ὑπάρχει τοῖς δαίμοσιν· ἐκείνων γὰρ ἡ ΦΑπΑΟΓ. ΑΔΙΙ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
