# Homiliae 207

Gregorius Palamas, Homiliae, 207. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/207
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/207

ἡμῖν στοιχείων, πρὸς πᾶν ἀναχεῖ τὸ σῶμα, καὶ οὕτω τοὺς ἄλλους τῶν ἐν ἡμῖν ἀχρειοῦσα, τὰς νόσους ποιεῖ. Ἡ γοῦν φιλανθρωπία, καθάπερ ἔφην, τῶν ἱερῶν Πατέρων, ἰδοῦσα νοσώδη τὸν καιρὸν τοῦτον, ὡς ἂν ἡμῖν ἐπικουφίσῃ τὰς νόσους, τὸ ἡγιασμένον τοῦτο τοῦ ῥαντισμοῦ προσέταξε τελεῖν ἡμᾶς ὕδωρ, ἵν´ ἐντεῦθεν ἁγιαζόμενοι οἱ μετὰ πίστεως προσερχόμενοι, διαμένωμεν ἀνώτεροι τῶν ἐξ ἀμαρτημάτων προσβαλόντων ἡμῖν νοσημάτων· ἅμα δὲ καὶ διδέσκοντες ἡμᾶς, ἄν τῷ συμβῇ νόσος, μὴ πρὸς ἐπαοιδοὺς καὶ γόητας τρέχειν, ἀλλὰ πρὸς τὸν Θεὸν, πρὸς τὴν τῶν ἁγίων αὐτοῦ πρεσβείαν, πρὸς τὰς των ἀφιερωμένων αὐτῷ καὶ ὅιὰ βίου ἀνακειμένων ὑπὲρ ἡμῶν ἐντεύξεις καὶ δεήσεις καὶ προσευχάς. Οἱ γὰρ πρὸς ἐπῳδὰς καὶ γοητείας χωροῦντες ἀθετοῦσι τὸ εἶναι Θεὸν, συντάσσονται τοῖς δαίμοσι, θανατοῦσι τὰς ἑαυτῶν ψυχάς· ἔστι δ´ ὅτε καὶ νόσους ἀνηκέστους ἐκ τούτων τρυγῶσι καὶ θάνατον. Ὁχοζίας γάρ ποτε ὁ τοῦ Ἀχαὰβ ἀσθενείᾳ περιπεσὼν, ἔπεμψε κατὰ τὸ γεγραμμένον πρὸς τὸν θεὸν Ἀκκαρών· εἰδωλολάτραι δὲ ἦσαν οὗτοι, καὶ γοητείαις καὶ μανξπρώσς ἐνζνφνῃς,αωμομλως λχωουο,ομοαρεσκοιις μαιιν παριπιμωμος αὐτοῦ. Ὑπαντήσας δὲ τοῖς ἀπεσταλμένοις Ἠλιοὺ ὁ προφήτης, φησὶ πρὸς αὐτούς· «Παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ, ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ θεὸν Ἀκκαρών; Τάδε λέγει Κύριος· Ἡ κλίνη ἐφ´ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ´ αὐτῆς, ἀλλὰ θανάτῳ ἀποθανῇ.» Ὁρᾶτε, ὅτι οἱ παρὰ γοήτων καὶ μάντεων ἐπιζητοῦντές τι μαθεῖν, ἢ παθεῖν, ἀθετοῦσιν εἶναι τὸν Θεὸν ἐν ἡμῖν, καὶ θάνατον ἐκεῖθεν καρποῦνται μάλιστα Χ Α μὲν τὸν τῆς ψυχῆς, ἔστι δ´ ὅτε καὶ τὸν τοῦ σώματος· Ὃ δὲ πρὸς τὸν Θεὸν καὶ τοὺς ἁγίους αὐτοῦ προστρέχων ἐν ἀνάγκαις καὶ ἀσθενείαις, εἰ συμφέρει τούτῳ, καὶ τῶν σωματικῶν ἀναγκῶν λύεται, καὶ τῶν νοσημάτων ἀπαλλάττεται· τῆς δὲ κατὰ ψυχὴν ὑγείας, καὶ τῆς τῶν ἁμαρτημάτων ἀφέσεως ἀεὶ ἐπιτυγχάνει· οὕτω γὰρ καὶ ὁ τοῦ Χριστοῦ ἀπόστολος καὶ ἀδελφὸς Ἰάκωβός φησιν· «Ἀσθενεῖ τις ἐν ὑμῖν· προσκα. λεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ´ αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου, καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἀμαρτίας ᾖ πεποιηκὼς, ἀφεθήσεται αὐτῷ.» Λεῖ δὲ καὶ ὑμᾶς συνεργεῖν ταῖς ὑπὲρ ὑμῶν εὐχαῖς, δι´ ἐπιστροφῆς, δι´ ἐξαγορεύσεως, δι´ ἐλεημοσύνης, διὰ τῶν ἄλλων ἔργων τῆς μετανοίας· πολὺ γὰρ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. Γένοιτο δὲ ἡμᾶς πάντας, καὶ τῶν τῆς ψυχῆς καὶ τῶν τοῦ σώματος ἀπαλλαγέντας δεινῶν, νῦν μὲν ἐν μετριοπαθείᾳ βιοῦντας, εὐμαρῶς διανῦσαι τὸ διάστημα τῆς παρούσης ζωῆς· διανύσαντας δὲ τοῦτο, μεταλαχεῖν κατὰ καιρὸν καὶ τῆς αἰωνίου καὶ μακαρίας καὶ ἀκηράτου ζωῆς, καὶ τελείως ἀπαθοῦς καὶ ἀπήμο ος, ἐν αὐτῷ Χριστῷ τῷ ἰατρῷ καὶ Θεῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· μεθ´ οὖ τῷ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
