# Homiliae 209.1-18

Gregorius Palamas, Homiliae, 209.1 to 209.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/209.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/209.1

τοῖς πειρασμοῖς ἦτε; ὅτι τὸ μὲν ἐνεργεῖν τὴν ἀρετὴν ἐφ´ ἡμῖν ἐστι, καὶ ἐν τῇ ἐξουσίᾳ κεῖται τῇ ἡμετέρᾳ· τὸ δὲ περιπεσεῖν πειρασμοῖς οὐκ· ἐφ´ ἡμῖν. Ἐπεὶ δὲ χωρὶς τούτων οὐκ ἔστι τελείωσις ἢ φανέρωσις τῆς πρὸς Θεὸν πίστεως, ὁ πρὸς τὴν τελείωσιν τῆς πίστεως τρέχων, ὅταν πειρασμοῖς περιπέσῃ, χαρήσεται ὡς ἐντυχών, δι´ οὗ τῆς τελειώσεως ἐπιτεύξεται· τοῖς μὲν γὰρ τελείοις τὴν πίστιν πρὸς φανέρωσιν λυσιτελοῦσιν οἱ πειρασμοὶ τῆς καθ´ ἑαυτοὺς τελειότητος· τὸ δέ γε τούτων θαυμασιώτερον, Ἐτι καὶ τοὺς ἀτελεῖς τελειοῦσιν ἐπιφερόμενοι· ὃ δῆ λον καὶ παρ´ αὐτῶν τῶν σήμερον ἀναγινωσκομένων τοῦ Εὐαφγελίου ῥημάτων. Ἄνωθεν δὲ αὐτὰ προθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην. «Τῷ καιρῷ ἐκείνῳ ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους· καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ´ ἰδίαν προσεύξασθαι.» Ποί καιρῷ ἐκείνῳ φαμέν· ὅτε πέντε ἄρτοις καὶ δυσὶν ἰχθύσι τοὺς πεντακισχιλίους σὺν γυναιξὶ καὶ παιδίοις ἔθρεψεν ἐπὶ τοσοῦτον εἰς κόρον, ὡς καὶ δώδεκα κοφίνους πληρῶσαι τὰ περιττεύσαντα τῶν κλασμά των καθάπερ ἐπ´ ἑκκλησίας ἐν τῇ παρελθούσῃ Κυριακῇ ἀκηκόαμεν. Ἀπορήσειε δ´ ἄν τις ἴσως, τίνος ἕνεκεν ἠνάγκαζε τοὺς μαθητάς ἐμβῆναι εἰς τὸ πλοῖον. Ἔστι μὲν οὖν λέγειν, ὡς ᾠκονόμει καὶ τὰ ἑξῆς, πρὸς τὰ ἔργα σπεύδων, ἃ τελέσων ἦλθεν ἐπὶ τὴν γῆν. Ἐγὼ δὲ, εἴπερ μὴ ἠνάγκαζε, τοῦτο ἄν ἠπόρησα· ἐπειδὴ γὰρ ἐκεῖνος πᾶσι παντὸς καλοῦ δι´ ἔργων ὑπόδειγμα προτιθέναι βουλόμενος ἑαυτὸν, ἔδειξε μὲν πῶς δεῖ συνεῖναι τοῖς πλήθεσιν, ὅτι πρὸς ψυχῶν καὶ σωμάτων ὠφέλειαν, ἐλείπετο δὲ δεῖξαι καὶ πῶς δεῖ συνεῖναι Θεῷ, τῷ προσάγειν αὐτῷ νοῦν πάντων ἀπηλαγμένων Π ΒΩτῶν κάτω· πολὺ δὲ πρὸς τοῦτο συμτείνει μόνωσις καὶ ἐρημία, καὶ ἡ ἐν αὐτῇ ἡσυχία. Ἐπεὶ οὖν καὶ τοῦτο διδάξαι καιρὸς ἦν, ὅτι καλὸν ἐρημία καὶ ἠρεμία καὶ προσευχὴ καὶ μόνωσις, καὶ διὰ τοῦτο ἀναβῆναι ἔδει τὸ ὄρος, ὥστε κατ´ ἱδίαν προσεύξασθαι·

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
