# Homiliae 211.1-13

Gregorius Palamas, Homiliae, 211.1 to 211.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/211.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/211.1

καὶ λέγων· «Ἐγώ εἰμι, μὴ φοβεῖσθε,» Ἐγώ ε ὁ καὶ Θεὸς ὤν ἀεὶ, καὶ ἐπ´ ἐσχάτων ἄνθρωπος γεγονὼς δι´ ὑμᾶς, ὁρώμενός τε καὶ ἀκουόμενος, καὶ πάντα δυνάμενος· διὸ καὶ μετὰ σώματος κατὰ κυμάτων πεζεύω, καὶ τοῖς ἄλλοις τοῦτο παρέχειν δύναμαι· τοῦ γὰρ Πέτρου πρὸς αὐτὸν εἰπόντος· «Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὸ ὕδατα,» ἐκέλευσε καὶ ἐγένετο. Ἀλλ´ ἐπὶ τὴν προτέραν ἀκολουθίαν ἀγάγωμεν τὸν λόγον, ἣν ἀνάγον. τες ἐλέγομεν πεμφθῆναι τοὺς μαθητὰς ἐπὶ τὴν κοσμικὴν τῶν ἐθνῶν θάλασσαν, ἀναφερομένου τοῦ Κυ. ρίου ὡς εἰς ὄρος ἐπὶ τὸ οὐράνιον ὕψος, κἀκεῖ πάντως τὰς ὑπὲρ ἡμῶν προσάγοντος εὐχὰς, ὡς ὑπὰρ ἡμῶν ἀρχιερέως γεγονότο, καὶ εἰσελθόντος εἰς τὸ ἐνδότερον τοῦ καταπετάσματος, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαου, κατὰ τὸν Ἀπόστολον. ΟΙ οὖν μαθηταὶ πεμφθέντες προάγειν εἰς τὸ πέραν, τουτέστι νικῆσαι καὶ ὑπερβῆναι τοὺς πειράζον τας, οὐκ ἐνίκησαν εἰς τέλος· ἔτι γὰρ ἐνεργός ἐστι ὁ ἀντικείμενος, καὶ τὰ ἔθνη μαίνονται κατὰ τῆς Ἐκκλησίας Χριστοῦ. Τετάρτῃ δὲ φυλακῇ τῆς νυ κτὸς, τουτέστι μετὰ τὸν φυσικὸν νόμον, μετὰ τὸν γραπτὸν νόμον, μετὰ τὴν πρώτην τοῦ Κυρίου παρουσίαν, καὶ τὸν κατ´ αὐτὴν τῆς χάριτος νόμον, ὁ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ἔσται πάντως καιρὸς, καλῶς ἀναλογῶν τῇ τετάρτῃ φυλακῇ τῆς νυκτὸς, καθ´ ὃν ὁ Κύριος ἐλεύσεται καταπατῶν καὶ καταργῶν καὶ δουλούμενος πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν· μέλλει γὰρ καταργήσειν ἐμφανῶς, καὶ καταπατήσειν τὰ δεινῶς ἐπεγειρόμενα κύματα κατὰ τῆς Ἐκκλησίας αὐτοῦ Μέμνησθε γὰρ ὅτι κόματα κινούμενά τε καὶ διεγειρόμενα ὑπὸ τοῦ ἀντικειμένου πνεύματος τοὺς ἄρχοντας τοῦ κόσμου ἀναγωγικῶς ὁ λόγος ἐπεδείκνυ· καὶ ἵνα τὰ μεταξυ παραλείπω κατὰ μέρος θεωρεῖν, ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, τοῦ τε Ἰησοῦ καὶ Πέτρου τοῦ μεταστάντος πρὸς αὐτὸν ἐκ τοῦ πλοίου, ἐκόπασεν ὁ ἄνεμος, καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν·

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
