# Homiliae 212

Gregorius Palamas, Homiliae, 212. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/212
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/212

Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὀτι διπλοῦν ἐστι τὸ εἶδος τῶν πειρασμῶν· ἀλλ´ οὐ τοῦτο λέγω νῦν, ὀτι δι´ ἡδονῆς καὶ ὀδύνης, δι´ ὑγείας καὶ νόσου, διὰ δόξης καὶ ἀδοξίας, δι´ εὐπορίας καὶ ἀπορίας, ἐπάγονται τοῖς ἀνθρώποις οἱ πειρασμοί, ἐν οἰς καὶ πολλῷ χείρους εἰσὶν οἱ δι´ ἡδονῆς καὶ ὑγείας, καὶ δόξης καὶ εὐπορίας· ἔστι γὰρ καὶ τοῦτο· ἀλλ´ οὐ περὶ ταύτης λέγω ὑμῖν νῦν τῆς διπλόης τῶν πειρασμῶν. Ἀλλὰ ποίαν ἀποδέχομαι νῦν ὑμᾶς ἐπιγνῶναι; σκοπεῖτε, καὶ μαθήσεσθε. Οὗτος ὁ μέγας Ἰάκωβος, ὁ κατὰ σάρκα διὰ τὴν πρὸς Ἰωσὴφ της Παρθενομήτορος κατὰ θείαν οἰκονομίαν μνηστείαν ἀδελφὸς τοῦ Κυρίου καλούμενος, εἰπὼν ὀτι· «Χαίρετε οταν πειρασμοῖς περιπέσητε ποικίλοις·» καὶ ὀτι· «Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμὸν, ὀτι λήψεται τὸν στέφανον τῆς ζωῆς,» Εἶτα καθάπερ Ἀν εἴ τις εἶπε πρὸς αὐτὸν, Καὶ μὴν εἰσὶν οἶ βλασφημοῦσιν ἐν τοῖς πειρασμοῖς, οἱ δὲ καὶ ἀπογινώσκουσι τελέως ἑαυτῶν· ἄλλοι δὲ καὶ βρόχον ἑαυτοῖς ἀνάπτουσιν· εἰ δὲ καὶ ὁ πειρασμὸς τῶν ἐμφύτων εἴη καὶ σαρκικῶν, θυμοῦ τυχὸν ἢ ἐπιθυμίας, οἱ μὲν φόνοις ἔσθ´ ὅτε περιέπεσαν, οἱ δὲ τῇ ἀκολασίᾳ αυτοὺς ἐξέδωκαν, πῶς οὖν ἐκ Θεοῦ ὁ πειρασμὸς, καὶ στεφάνων πρόξενος· οἷον πρὸς τοὺς τοιαῦτα λέγοντας ἀπολογούμενος ἐπάγει· «Μηδεὶς πειραζόμενος λεγέτω, ὀτι ἀπὸ Θεοῦ πειράζομαι· πειράζει γὰρ αὐτὸς οὐδένα· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν·» πειρασμὸν ἐνταῦθα τὸ κακὸν δηλονότι καὶ τὴν ἁμαρτίαν λέγων, καὶ τὸ ταύτῃ περιπεσεῖν, Ὡς καὶ ἐ Χριστὸς ἔμεινεν ἀπείραστος, καίτοι πειρασθεὶς ἄλλως· «Ἐξ ὧν γὰρ ἔπαθε, φησί, πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Ἀλλὰ καὶ μετὰ τὸ ἐν Ἰορδάνῃ βαπτισθῆναι ἀνέβη εἰς τὸ ὄρος πειρασθῆναι κατὰ τὴν τοῦ Εὐαγγελίου φωνήν· Ξστε πειρασμοὶ λέχονται καὶ τὰ ἐπερχόμενα τοῖς ἀνθρώποις ἔξωθεν κατὰ σῶμα λυπηρὰ, καὶ αὐτὴ ἡ προσβολὴ τοῦ ἐχθροῦ, εἰ καὶ ἀνεύθυνός ἐστιν· ἐπεὶ καὶ τῷ Κυρίῳ πειράζων προσέβαλε. Πειρασμοὶ λέγονται καὶ αἱ ἁμαρτίαι, καθ´ ἂς ἕκαστος ἡμῶν πειράζεται, ὡς αὐτὸς Ἰάκωβός φησιν· «Ὑπὸ τῆς ιδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· ἡ γὰρ ἐπιθυμία, φησί, συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ ἄὲ ἁμαρτία τελεσθεῖσα ἀποκύει θάνατον.» Τίνα θάνατον; τὸν αἰώνιον, ὅς ἐστιν ὁ διὰ τὴν ἁμαρτίαν ἀπὸ τῆς ψυχῆς τοῦ Θεοῦ χωρισμός· ὃν νῦν μὲν ἐπηκολούθησεν ἀπὸ Ἀδὰμ μέχρι συντελείας καὶ ὁ τοῦ σώματος θάνατος, τότε δὲ ἐν τῷ μέλλοντι αἰῶνι ἕψεται τοῖς μὴ ἐνταῦθα μετανοήσασιν ἡ ἀφόρητος καὶ ἀτελεύτητος τῆς ψυχῆς καὶ τοῦ σώματος κόλασις, καταδικασθεῖσι δικαίως ὑπὸ τοῦ δυναμένου καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Τοῦτον φύγωμεν, ἀδελφοί, τὸν πειρασμὸν ὅση δύναμις· καὶ γὰρ τὸ φυγεῖν τοῦτον ἐν τῇ ἐξουσίᾳ κεῖται τῇ ἡμετέρα. Ἐπὶ τούτῳ λυπηθῶμεν, ὅταν ἴδωμεν ἐαυτοὺς αὐτῷ περιπεσόντας. Ἐὰν ἐπὶ τούτῳ λυπηθῶμεν ὅσον δεῖ, μετάνοιαν ἑαυτοῖς ἀμεταμέλητον κατεργασόμεθα πρὸς σωτηρίαν. Τοῦτον καὶ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
