# Homiliae 213

Gregorius Palamas, Homiliae, 213. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/213
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/213

ἐγὼ τὸν πειρασμὸν ἤκω νῦν ἀφ´ ὑμῶν ἄραι, οὐ τὸν ζημιοῦντα καὶ βλάπτοντα προσκαίρως, ἀλλὰ τὸν αἰωνίως· ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ΚΙΘΗ οὗ ἡμεῖς ἐσμεν χάριτι αὐτοῦ διάκονοι, τῶν μελλόντων ἀγαθῶν ἀρχιερεύς ἐστιν, οὐ τῶν προσκαίρων· καὶ διὰ τοῦ ἰδίου αἴματος εἰσῆλθεν εἰς τὰ ὄντως ἅγια, οὐ πρόσκαιρον ἀλλ´ αἰωνίαν λύτρωσιν τὴν ἡμετέραν εὑρόμενος· ἢν καὶ ἡμεῖς ἥκομεν κομίζοντες, τὴν αἰωνίαν ἀπολύτρωσιν, εἴ γε πείθεσθε, τῶν ψυχικῶν πειρασμῶν, ἀλλ´ οὐτῶν σωματικῶν· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὸν Ἀόστολον, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, οὐ τῶν αἰσθητῶν ἀλλὰ τῶν ὑπὸ τοῦ νοητοῦ πολεμίου καθ´ ἡμῶν γεγονότων. Ὑμεῖς δὲ δοκεῖτέ μοι ταύτην μηδὲ συνορᾶν μηδὲ ζητεῖν τὴν ἀπολύτρωσιν τῶν κατὰ ψυχὴν πειρασμῶν· ἐπ´ ἐκείνοις γὰρ μάλιστα λυπεῖσθε τοῖς πειρασμοῖς, ἐφ´ οἷς ἔδει χαίρειν, ὡς προξενοῦσιν, εἴ γε βουλόμεθα, τὴν αἰωνίαν ἡμῖν ἀπολύτρωσιν· καὶ παρ´ ἐμοῦ ταύτην μάλιστα ζητεῖτε τὴν ἄνεσιν τῶν σωματικῶν πειρασμῶν, ης ἐγὼ μᾶλλον καταφρονήσας, πρὸς ὑμᾶς ἦλθον, συμπάσχειν ὑμῖν αἱρούμενος. Καίτοι, εἰ ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν λυπούμεθα μᾶλλον ἢ ἔπὶ τοῖς ἐπερχομένοις ἡμῖν ἐπιζημίοις, οὐ μόνον ἡ τῆς ψυχῆς σωτηρία καὶ ἡ αἰωνία λύτρωσις ἡμῖν προσέσται, ἀλλὰ καὶ ἡ τῶν προσκαίρων πειρασμῶν ἀπολύτρωσις· πόθεν γὰρ ὀδυνηρός τε καὶ πολυστένακτος, φιλοπόλεμός τε καὶ πολυσύμφορος ἡμῖν ὁ βίος γέγονεν; Οὐκ ἀπὸ τοῦ ἐμβαλεῖν ἡμᾶς αὐτοὺς διὰ τῆς παραβάσεως τῆς ἐντολῆς εἰς τὸν ἀπηγορευμένον πειρασμὸν, τὴν ἁμαρτίαν λέγω; Ἄν τοίνυν ἑαυτοὺς καθάρωμεν ἀρτίως ἀπὸ πάσης ἁμαρτίας διὰ τῆς μετανοίας, κἀνταῦθα μετριωτέρων δεησόμεθα πειρασμῶν, καὶ κατὰ καιρὸν εἰς τὸν ἄλυπον καὶ ἀνεπηρέαστον ἐπανήξομεν βίον. Ἐπιστρέψαντες οὖν ἑαυτοὺς πρὸς τὸν σωτήριον τοῦτον λογισμὸν, μὴ ἐπὶ ταῖς σωματικαῖς ἐπιφορμῖς καὶ ζημίαις λυπώμεθα καὶ ἀδημονῶμεν μᾶλλον ἀλλ ἐπὶ ταῖς ψυχικαῖς ζημίαις, αἵ εἰσιν ὄντως πειρασμοί, καὶ λύπης ἀληθῶς ἄξιαι· ἵνα καὶ πρὸς τὸν Θεὸν, καθάπερ αὐτὸς ἡμᾶς ἐδίδαξε, λέγωμεν· Λὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τὸν ἀπηγορευμένον καὶ ὑπεύθυνον πάντως, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ὅτι σοῦ ἑστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἢ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΛΓʹ. Περὶ ἀρετῶν καὶ τῶν ἀντιθέτων ταύταις παθῶν καὶ ὅτι κόσμος. οὖ κοσμοκράτωρ ὁ διάβοός ἑστιν φὐ τὰ κτίσματά ἐστι τοῦ Θεοῦ, ἀλλὰ οἱ διὰ τῆς παραχωοήσεως τῶν κτισμάτων ποτανέντες αὐτῷ. Ἐξερωνήθη ἐν λιτῇ. Ὥσπερ ἐπὶ τῆς γεωργουμένης γῆς οἷά τις σπείρει, τοιαῦτα καὶ θερίσει· κἂν μὲν ἐμφυτεύσῃ ταύτῃ δένδρα εὔκαρπα, ἢ σπείρει σῖτον ἢ κριθὴν ἢ ἄλλο τι τῶν εὐχρήστων, ταῦτα ἐκείνη καὶ τρέφει καὶ αὔξει καὶ τελεσφορεῖ· ἀνέργαστον δὲ ταύτην καὶ ἄσπαρτον ἀφεὶς, τρέφει μὲν βοτάνας, ἀλλ´ οὐκ εὐχρήστους, καὶ μάλιστα τὰς ἀκάνθας καὶ τριβόλους τῆς καθ´ ἡμῶν κατάρας· καὶ δένδρον ὁμοίως ἐὰν βλαστήσῃ, ἄκαρπον καὶ τοῦτο καὶ ἀνωφελὲς καὶ ἀκανθηφόρον ὡς τὰ πολλά· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς, ὁποίας τις ἐμποιήσει ταύτῃ διαθέσεις, τοιούτων

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
